# In Platonis Timaeum Commentaria 3.293.4

Proclus, In Platonis Timaeum Commentaria, 3.293.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.293.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.293.4

ς : αὐτοῖς Q : αὐτῆς D 20 ὑπάρχει ς : ὑπάρχειν Q D 29 νέ- D κηρύττων προαγορεύει ταῖς ψυχαῖς, τίνα ποτὲ ζητέον; οὐ γὰρ ἁπλοῦς ὁ περὶ αὐτῆς λόγος, ἀλλ’ ὁ μὲν θεῖος Ἰάμβλιχος τὴν τῶν ὀχημάτων σπορὰν πρώτην γένεσιν ἀποκαλεῖ καὶ μαρτυρεῖ γε αὐτῷ τὸ ἐξῆς· ἐπήγαγε γὰρ ὡς τούτῳ συνεχὲς τὸ δέοι δὲ σπαρείσας αὐτάς. ἄλλος δέ τις τὴν πρώτην γένεσιν τῶν ψυχῶν τὴν μίαν ἐξηγεῖται κάθοδον· δεῖν γὰρ ἑκάστην τούτων τῶν ψυχῶν πάντως ὁμιλῆσαι γενέσει· τοῦτο γὰρ ἴδιον αὐτῶν. οὗτος μὲν οὖν ἁπλῶς διορίζεται μίαν γέ τινα κάθοδον εἶναι ψυχῆς ἑκάστης. ἄλλος δὲ ἀκριβέστερος καὶ τοῦδε λόγος, ὃν ὁ ἡμέτερος διδάσκαλος παρεδίδου, πάσῃ ψυχῇ μερικῇ μίαν ἀφωρισθᾶι κάθοδόν φησιν οὐχ ἁπλῶς, ἀλλὰ καθ’ ἑκάστην τοῦ θείου γεννητοῦ περιόδου· οὐδεμίαν γὰρ ψυχὴν οὔτε τῶν ἀχράντων καλουμένων οὔτε τῶν κακύνεσθαι καὶ πλανᾶσθαι δυναμένων πᾶσαν περίοδον ἄνω μένειν εἰκός· τὸ γὰρ καθ’ ὅλην περίοδον μίαν ἀκλινὲς καὶ ἄτρεπτον διαμένον ἄνω οὐδὲ κατ’ ἄλλην ἔτι καταλθεῖν εἰς γένεσιν δυνατόν· πάντα γὰρ ἀνελιττόμενα τὰ σχήματα τοῦ παντὸς ἄπτωτον διεφύλαξεν αὐτήν· ἀεὶ δὲ τὰ αὐτὰ σχήματα πάλιν καὶ πάλιν. ἔτι δὲ ἡ ζωὴ τῆς μερικῆς ψυχῆς ἐλάττων ἐστὶ τῆς περιόδου τοῦ παντός, ὥστ’ εἰ κατὰ πᾶσαν ταύτην ἥρκεσε πρὸς τὴν ἄνω διαμονήν, ἄτρεπτον ἔλαχε τὴν νοερὰν δύναμιν (ξὴ γὰρ ὡσαύτως τὸν ὅλον χρόνον), ὥστ’ εἰ μηδὲν εἰς αὐτὴν καινὸν ὁ σύμπας ἐδράσε χρόνος ἐξελιττόμενος, τῶν ἀεὶ μενουσῶν ἐστιν ἐν τῷ κατὰ φύσιν. ἀνάγκη ἄρα πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκάστῃ περιόδῳ μίαν ποιήσασθαι κάθοδον, πλείους δὲ ἄλλας ἄλλων, πολλῷ τῷ αὐτεξουσίᾳ χρησαμένας. ταύτην δὴ τὴν κάθοδον ὁ Πλάτων ‘πρώτην γένεσιν’ προσεῖρηκε· δηλοῖ δὲ αὐτός, ὅποταν διαλεχθεὶς περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν λήξεων ἐπάγῃ [42B]· σφαλεῖς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι. πρώτην ἄρα γένεσιν τὴν ἀπὸ τοῦ νοητοῦ λέγει κάθοδον. ἐπειδή δὲ ἡ πρώτη μετὰ τὴν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
