# In Platonis Timaeum Commentaria 3.296.1

Proclus, In Platonis Timaeum Commentaria, 3.296.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.296.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.296.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 E] B δύο μὲν ἀποφήσομεν, ἕν δὲ καταφήσομεν, ἢ ἐμπαλιν, καὶ τοῦτο τριχῶς, καὶ τὰ ἄκρα πρὸς τὸ μέσον, ἢ τὰ πρῶτα πρὸς τὸ ἔσχατον, ἢ πρὸς τὸ πρῶτον τὰ λοιπά. ἀνάγκη ἄρα τοσαύτας γίγνεσθαι τὴν πρώτην τῆς ψυχῆς διαφορὰς τῆς αἱρέσεως τε καὶ τῆς ζωῆς. κοινὸν δέ, ὡς εἴρηται, πάσης ἢ μία καθ’ ἑκάστην περίοδον κάθοδος, ἵνα μὴ τις ἐλαττοῖτο, φησίν, ἀπὸ τοῦ δημιουργοῦ, μόνη περὶ τὰς ἄλλας πλεονάκις κατιέναι διπραγασμένη. συμμιγὲς ἄρα ἐπὶ τούτων τῷ ἀναγκαίῳ τὸ ἐφ’ ἡμῖν (ὅσφ γὰρ μερικώτερον γίνεται τὸ αὐτεξούσιον, τοσούτῳ πλέον ἐλασσόυται κατὰ τὴν δύναμιν), ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῶν δαιμονίων ἀπόλυτος ἦν ζωή καὶ ἀφής καὶ ἁρμόνη καὶ πάσης ἀνάγκης ἐξηρημένη. καὶ παρ’ ἑαυτῶν ἄρα ποιοῦνται τὰς προύτας αἱ ψυχαὶ καθόδους καὶ ὑπὸ τῆς εἱμαρμένης ἄγονται, καὶ πλέον μὲν ἐν ταύταις τὸ αὐτεξούσιον, ὅτι κατ’ οὐσίαν ταῖς ψυχαῖς, ἔστι μὴν καὶ τὸ εἱμαρμένον· εἰ γὰρ ὁ ἐν αὐταῖς εἱμαρμένος νόμος ἐπὶ τὴν πρώτην αὐτὰς ἄγει γένεσιν, πολλῷ μᾶλλον ὁ ἐν τῷ παντὶ νόμος τοῦτο δρά καὶ ἡ τῆς εἱμαρμένης δύναμις. κατίασι δὲ τὴν πρώτην κάθοδον, ἤδη σπαρεῖσαι περὶ τοὺς ἐμφανεῖς θεούς, ἵνα δὴ καὶ σωτῆρας αὐτοὺς ἔχωσι τῆς περὶ τὴν γένεσιν πλάνης καὶ ὡς οἰκείους ἐπικαλῶνται προστάτας. ἐπειδὴ δὲ οὐ μόνον ἐπὶ τῆς γῆς ζῷα συνίστανται διὰ τῶν τοιούτων ψυχῶν, ἀλλὰ καὶ ἐν ἄλλοις στοιχείοις, οὔδ’ ἄνθρωπος μόνον (τοῦτο γὰρ ἡμῖν γνώριμον), ἀλλὰ καὶ ἄλλα ζῷα, θειότερα μὲν, γενητὰ δὲ ὅμως (οὐ γὰρ εὐθὺς ἀπὸ τῶν ἀιδίων ζῶν ὑπέστη τὸ ὀλιγοχρονιώτατον, ἀλλὰ τὸ διασκεστέρον διεξάγον τὸν βίον, καὶ πρὸ τῶν ἐπικηροτάτων εἶναι δεῖ τὰ μακροβιώτατα τῶν λογικῶν ζῴων), καὶ ταῦτα πάντα κοινῶς περιέλαβεν εἰπὼν φῦναι ζῴων τὸ θεοσεβέστατον· τοῦτο γὰρ ἐφαρμόζει πᾶσιν ὡς εἰπεῖν τοῖς νοῦ μετέχειν καὶ πρὸς θεοὺς ἐπιστρέφειν δυναμένοις. ἰδίᾳ δὲ λοιπὸν περὶ τῆς ἀνθρωπίνης φύσεως ἐν τοῖς ἐχομένοις διατάττεται.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
