# In Platonis Timaeum Commentaria 3.297.2

Proclus, In Platonis Timaeum Commentaria, 3.297.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.297.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.297.2

Ἦδη μὲν καὶ ἄνθρωπος ὑπέστη κατὰ τὰς δημιουργικὰς νοήσεις καὶ πᾶν τὸ θνητόν, διαιρῶν δὲ ὁ λόγος πρῶτον ὑφίστησι τὸ κρεῖττον ἐν τοῖς ἀνθρώποις, ἔπειτα οὕτω τὸ καταδεέστερον. οἶδε δὲ ὅτι καὶ τῷ δημιουργικῷ νῷ καὶ ταῖς θειοτάταις τῶν ἀρχῶν οἰκειότερόν ἐστι τὸ ἄρρεν καὶ συγγενέστερον ταῖς ἀτρέπτοις καὶ ἀχράντοις ψυχαῖς. διὸ παρὰ τὴν πρώτην κάθοδον εἰς ἄνδρας ἄγει τὰς ψυχάς· οὕτω γὰρ καὶ ἐν Φαίδρῳ [248 DE] πεποίηκε· τὴν γοῦν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἤγαγεν ἀνδρὸς καὶ ἐκεῖ καὶ τὴν δευτέραν ὁμοίως καὶ τρίτην καὶ μέχρι τῆς ἐνάτης. τί οὖν δή φήσομεν; ἀδύνατον εἶναι ψυχὰς νεοτελεῖς εἰς γυναῖκας ἐλθεῖν; ἦ τοῦτο καὶ ἀναγκαῖόν ἐστι; πότερον γὰρ καὶ ἐν ταῖς ἀνόδοις ἀναγκαῖόν ἐστι τὴν ἀποκαταστατικῶς ζῆσομένην ψυχὴν εἰς ἀνδρὸς βίον ἐλθεῖν ἢ καὶ εἰς γυναικὸς φύσιν ἐλθοῦσα ζήσεται τοιοῦτον βίον; εἰ μὲν δή λέγοι τις, ὅτι πάντως εἰς ἀνδρὸς ἥξει βίον, πῶς ἔτι κοινὰς τὰς ἀρετὰς ἀνδρῶν καὶ γυναικῶν ἐροῦμεν; εἰ γὰρ αἱ μὲν οὐδέποτε ζήσονται καθαρικῶς, οἱ δὲ ἀποκαταστατικοὺς πολλάκις ποιοῦνται βίους, οὐκέτι κοιναὶ λέγουντ᾽ ἂν αὐτοῖς αἱ ἀρεταί. πρὸς δὲ καὶ ἄτοπον τὸν μὲν Σωκράτην παρὰ τῆς Διοτίμας τὰ ἔρωτικά μαθόντα δι᾽ αὐτὴν ἀναπέμπεσθαι πρὸς τὸ αὐτοκαλόν, τὴν δὲ Διοτίμαν αὐτήν, τὴν ἀναγωγὸν καὶ τὴν σοφίαν διαφέρουσαν, μὴ τυγχάνειν τοῦ αὐτοῦ τῆς ζωῆς εἴ- E δους, διότι σῶμα περιέφερε γυναικεῖον. εἰ δὲ καὶ γυναῖκας ἀποκαταστατικῶς διαζῆν συγχωρήσομεν, ἄτοπον ἀνιέναι μὲν ἀπὸ ταύτης ὡρμημένης τῆς φύσεως ψυχάς, κατιέναι δὲ ἐκ τοῦ νοητοῦ μηδαμῶς εἰς αὐτήν· ἐγγυτέρω γάρ εἰσι πτεροορρυήσασαι τοῦ χειρόνος ἢ πτερωθεῖσαι, καὶ δι᾽ ὧν ἡ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
