# In Platonis Timaeum Commentaria 3.298.3

Proclus, In Platonis Timaeum Commentaria, 3.298.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.298.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.298.3

εἰμὶ δ’ ἐγὼ μέσση τε θεῶν εἰποῦσα μέσση τε ἄνθρωπῶν. ἔχει μὲν οὖν ταῦτα τὴν ἀπὸ τῶν πραγμάτων ἀνάγκην. ὁ δὲ Πλάτων τὴν κατὰ φύσιν πρόοδον καὶ ὑφεσιν τῆς ζωῆς παραδιδούς πρῶτον μὲν εἰς ἄνδρὸς γένεσιν ἄγει τὴν ψυχήν, ἔπειτα εἰς γυναικὸς καὶ τρίτον εἰς θῆρειον· κατεῖσι γὰρ ἀπὸ τοῦ ἀχράντου καὶ ἀλύου τῆς ζωῆς εἴδους εἰς ἐφρωμένον μὲν καὶ νοῦ μετέχον, ἀλλ’ ἐνυλον, ἐκ τούτου δὲ εἰς ἐνυλον ἄμα καὶ ἀσθενές, ἀλλὰ νοερὰς ζωῆς δεκτικόν, ἐκ τούτου δὲ καὶ εἰς τὸ νοῦ παντελῶς ἄμοιρον. οὕτω δὲ καὶ ἐν Πολιτείᾳ [VII 544Css] τὰς ὑφέσεις παραδιδούς τῆς ζωῆς ἀπὸ μὲν ἀριστοκρατικοῦ ποιεῖ τιμοκρατικόν, ἀπὸ δὲ τούτου τὸν ὀλιγαρχικόν, ἀπὸ δὲ τούτου τὸν δημοκρατικόν, ἀπὸ δὲ τούτου τὸν τυραννικόν, καίτοι δυνατόν, φαίη τις ἄν, καὶ ἀπὸ τοῦ τιμοκρατικοῦ γενέσθαι τυραννικόν καὶ ἀπὸ ἀριστοκρατίας δημοκρατίαν· ἀλλ’ αὐτὸς τὴν κατὰ μικρὸν ὑφεῖάνουσαν ὑπογράφει μετάστασιν τῶν πολιτειῶν. κατὰ ταῦτα δὴ οὖν καὶ ἐν τούτοις εἰς ἄνδρας ἄγει τὰς ἀπὸ τοῦ νοητοῦ κατιούσας ψυχάς· ποιεῖ γὰρ ἀπ’ αὐτῶν ζῷον, ὁ καὶ ἔπειτα κεκλησοῖτο ἄνθρω, παρὰ τὸ τῆς φύσεως ἄδρον τὴν ἐπωνυμίαν λαβόν, καθὼ δὴ καὶ οἰκειότερόν ἐστι ταῖς ἄρι κατιούσαις ψυχαῖς. καὶ ἀφελίτω ταῦτα πρὸς τὴν εἰρημένην ἐπίστασιν περὶ τῶν πρώτων καθόδων. λάβωμεν τοίνυν πόρισμα ἐκ τούτων συναγαγόντες, ὡς ἄρα οὐκ ἔσχε χρονικὴν ἀρχὴν ἢ δημιουργία καὶ τόδε τὸ πᾶν· εἰ γὰρ ἀπ’ ἀρχῆς τινος γέγονεν, ἀνάγκη καὶ τὴν κάθοδον τῶν ψυχῶν ἀπ’ ἀρχῆς τινος γεγονέναι καὶ εἶναι τινα τὴν πρώτην κατελθοῦ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
