# In Platonis Timaeum Commentaria 3.299.1

Proclus, In Platonis Timaeum Commentaria, 3.299.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.299.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.299.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42A] σαν ψυχὴν. ἀλλὰ μὴν τὴν πρωτίστην ἑκάστης κάθοδον εἰς ἀνδρὸς ἄγει γένεσιν. ἐκείνην ἄρα τὴν ἄνδρα ποιήσασαν ἀνάγκη μὴ διὰ θήλεος γενέσθαι μηδὲ διὰ τούτου προελθεῖν εἰς τὴν γένεσιν, οὔπω θήλεος ὄντος, ἀλλ’ οὔδ’ ἄνδρα ποιήσασαν τῷ θῆλει παρασχέσθαι γένεσιν, εἴπερ δύνατον μὴ ἐξ ἄρρενος καὶ θήλεος γενέσθαι τὸ θῆλυ, ἀλλ’ ἐξ ἄρρενός τινος μόνον. εἰ δὴ ταῦτα ἀδύνατον, ἀεὶ μὲν ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀεὶ δὲ ψυχαὶ κατασιὼν εἰς ἄρρενα γένη πρὸ τῶν θηλέων γιγνόμενα ἐξ αὐτῶν, καὶ ὁ δημιουργὸς λέγει τὰ ἀεὶ γιγνόμενα ἐν τῷ παντὶ καὶ οὐ [κα]τὰ χρονικὴν λαβόντα ποτὲ ἀρχήν. τί οὖν; φαίη τις ἂν· τὸ ἄρρεν καὶ τὸ θῆλυ B πῶς φατέον; ἄρ’ οὐχὶ καὶ ἐν αὐταῖς εἶναι ταῖς ψυχαῖς καὶ εἶναι καὶ τούτων τὰς μὲν ἄρρενωποὺς, τὰς δὲ θηλυπρεπεῖς; καὶ πῶς οὐχὶ καὶ τοῦτο ἀναγκαῖον; εἰ γὰρ ἐστὶ μὲν καὶ ἐν θεοῖς πρώτως, ἔστι δὲ καὶ ἐν τοῖς αἰσθήτοις ἐσχάτως, δεῖ δήπου καὶ ἐν τοῖς μέσοις εἶναι· πόθεν γὰρ ἡ μέχρι τοῦ αἰσθητοῦ πρόοδος αὐτῶν ἢ διὰ τῆς μέσης οὐσίας; ἐτι δὲ καὶ εἰ [τι] ζῶον ἀπετέλεσε ψυχὴν ἑκάστην, συνάψας αὐτῇ τὸ ὄγκμα, πάντως ἀνάγκη καὶ τὴν τοῦ ἄρρενος αὐτῇ καὶ θήλεος συννεφαίνεσθαι διαφορὰν· ζῶον γὰρ αὐτὴ διαίρεσις. μήποτε οὖν δοτέον μὲν καὶ ἐν ταῖς ψυχαῖς ταῦτα (καὶ πῶς γὰρ οὐ μέλλουσιν ὁμοιοῦσθαι τοῖς ἡγεμόσι θεοῖς, καὶ ὡςπερ τὴν ἄλλην μορφὴν ἔχουσιν ἀπ’ ἐκείνων, οὕτω δὴ καὶ τὴν ἰδιότητα παραδέχεσθαι τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος παρ’ αὐτῶν;), οὐ μὴν καὶ ἐν τῇ γενέσει διηρῆσθαι κατὰ τὰ γένη τῶν τῆδε ζῴων τὰς τε ἄρρενωποὺς καὶ τὰς θηλυπρεπεῖς ψυχὰς, ἀλλ’ ὡςπερ τὰ εἴδη τῶν βίων, οὕτω δὴ καὶ τὰς δυνάμεις ταύτας ἐπαλλάττειν, τὰς μὲν ἐπὶ πλεῖον θηλυνομένας, τὰς δὲ ἐπὶ τὸ ἀδρότερον τῶν εἰδῶν κατιούσας· καὶ C γὰρ τὸ ἐνταῦθα περατοειδὲς τοῦ ἐκεῖ ἀπειροῦ μᾶλλον ἀπειρον, ὥστε ἐπὶ τὸ χεῖρον μὲν ἔσται πάντως ἡ πτώσις, τὸ δὲ χεῖρον ὅτε μὲν ἐπὶ τὸ ἐγγυτέρω τοῦ κρείττονος, ὅτε δὲ ἐπὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
