# In Platonis Timaeum Commentaria 3.30.3

Proclus, In Platonis Timaeum Commentaria, 3.30.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.30.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.30.3

18 νῦν D 5 24 γε D 5 : τε Q τὸν λόγον τὸν περὶ D 5 αἰσθητῷ ὁ αἰών, εἰ καὶ μὴ παντελῶς· πῶς δὲ οὐκ ἂν ὁμο-λογήσαιμεν; ὁ γὰρ τῆς εἰκόνος μετέχων τοῦ αἰῶνος μετέχει πως καὶ τοῦ αἰῶνος, εἰ καὶ μὴ οὕτως, ὡς ὁ ἀμέσως αὐτοῦ μετέχων, καὶ ὅλως ἀεὶ τὰ ὑπέρτερα αἴτια κοσμεῖ καὶ τὰς τῶν ὑφειμένων ἐπικρατείας. ὥστε καὶ ὁ αἰὼν παρέστι πώς τοῖς ὑπὸ τοῦ χρόνου κοσμουμένοις· καθ’ ἕν μὲν γὰρ παν-τελὲς πέρας μόνοις τοῖς νοητοῖς σύνεστι, πεπληθυσμένως δὲ κατὰ τὰς διηρημένας τελειότητας καὶ κατὰ τὰ ὡρισμένα τῆς ζωῆς μέτρα καὶ μάλιστα κατὰ τὰς οὐσίας τῶν οὐρανίων ψυχῶν δύναται παρεῖναι καὶ τοῖς ἐγκοσμίοις πράγμασι. καὶ δέχεται αὐτὸς ὁ κόσμος οὐχ ὡς ἔστιν αὐτὸς ὁ αἰών, διό μηδ’ αἰώνιος εἶναι λέγεται, ἀλλ’ ὡς δύναται τὴν ἀμέριστον αὐτοῦ παρουσίαν καὶ ἔλλαμψιν. θείας ἄρα καὶ τοῦτο αἰτίας καὶ περιοχῆς ἐξαιρετὸν ἀγαθὸν ἐστιν ἐν τῷ αἰῶνι, διόπερ δὴ καὶ τὰ μεριστὰ καὶ ὡςπερ ὑπεναντία πρὸς τὴν ἑαυτοῦ φύσιν κατ’ αἰτίας ἐπιπλοκὴν περιέχει. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Πῶς δὲ ‘εἰκὼν’ ὁ χρόνος εἴρηται τοῦ αἰῶνος; ἄρ’ ὅτι μένει μὲν ὁ αἰὼν ἐν τῷ ἑνί, πρόεισι δὲ ὁ χρόνος κατ’ ἀριθμόν; ἀλλὰ ταῦτα τὴν ἀνομοιότητα μᾶλλον αὐτοῖν ἢ τὴν ὁμοίωσιν ἐπιδείκνυσιν· σχεδὸν γὰρ τὰ πάντα τοῖς πά-σιν ἀντέθηκε, τῷ ‘μένειν’ τὸ ‘ἔναι’, τῷ <ἔν> ἑνὶ τὸ κατ’ ἀριθμόν, τῷ ‘αὐτὸ’ τὴν ‘εἰκόνα’. βέλτιον οὖν λέγειν, ὅτι δὴ δύο μέτρα ταῦτα τῶν ὄντων ὁ θεὸς παρήγαγε, τὸν αἰ-ῶνά φημι καὶ τὸν χρόνον, τὸν μὲν τῶν νοητῶς ὄντων, τὸν δὲ τῶν ἐγκοσμίων. καθάπερ οὖν ὁ κόσμος εἰκὼν εἴρηται τοῦ νοητοῦ, καὶ τὸ κοσμικὸν μέτρον εἰκὼν τοῦ μέτρου τοῦ νοητοῦ κατωνόμασται. ἀλλ’ ὁ μὲν αἰὼν μέτρον ὡς τὸ ἕν, ὁ δὲ χρόνος ὡς ὁ ἀριθμός· μετρεῖ γὰρ ἐκάτερος, ὁ μὲν τὰ ἐνιζόμενα, ὁ δὲ τὰ ἀριθμούμενα, καὶ ὁ μὲν τὴν διαμονὴν τῶν ὄντων, ὁ δὲ τὴν παράτασιν τῶν γινομένων. αἱ δὲ δοκοῦσαι ἀντιθέσεις αὐτῶν οὐκ ἀνομοιότητα <τινα> τῶν μέ-τρων ἐμφαίνουσιν, ἀλλὰ τὸ παρῆχθαι τὰ δεύτερα παρὰ τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
