# In Platonis Timaeum Commentaria 3.302.1

Proclus, In Platonis Timaeum Commentaria, 3.302.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.302.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.302.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42AB] μᾶτως ἐστὶν ἐν ταῖς νοηταῖς τῶν πάντων αἰτίαις. ἀλλὰ δὴ τίνα φῶμεν ἑκάστην τούτων τῶν δυνάμεων; ἢ τὴν ἐκ βιαίων παθημάτων αἴσθησιν σωματοειδῆ ζῴην καὶ ἔνυλον ἐροῦμεν, γνωστικὴν τῶν προσπιπτόντων ἐξωθεν καὶ δι’ ὀργάνων τὴν γνώσιν ποιουμένην ταύτην καὶ οὐχ ἑαυτῆς οὖσαν, ἀλλὰ τῶν χωρομένων, καὶ συμμεμιγμένην τοῖς ἐνύλοις ὀγκοῖς καὶ μετὰ πάθους ἂ γιγνώσκει γιγνώσκουσαν· οὐ γὰρ πᾶν πάθος περὶ τὸ ζῷον συνιστάμενον αἴσθησιν ἡμῖν ἑαυτοῦ διδάσκει, ἀλλὰ τὸ σεισμὸν πολὺν ποιῆσαν, ὡς φησιν ὁ ἐν Φιλήβῳ [33D] Σωκράτης· δεῖ γὰρ τινα περὶ τὰ αἰσθητήρια γενέσθαι σεισμόν· οὔτε γὰρ τὰ ἐν ψυχῇ κινήματα διαδίδεται πάντα καὶ μέχρι τοῦ σώματος, ἀλλ’ ἐστὶν ἂ τῆς ψυχῆς ἐστὶν αὐτῆς καθ’ ἑαυτήν, ὥσπερ ὅσα νοερά ἐστιν, οὔτε πάντα τὰ περὶ τὸ σῶμα διατείνει καὶ μέχρι ψυχῆς, ἀλλ’ ἐστὶ τινὰ καὶ μέχρι μόνου τοῦ σώματος, δι’ ἀμυδρότητα τὴν ψυχὴν οὐ δυνάμενα κινεῖν. γίνεται οὖν αἴσθησις οὐκ ἐκ πάντων παθημάτων, ἀλλὰ τῶν βιαίων καὶ σεισμὸν πολὺν ποιούντων. καὶ αὕτη μὲν ἡ θνητοειδὴς αἴσθησις μεριστὴ καὶ πάθεσι συμμιγὴς ποιουμένη τὴν κρίσιν καὶ ἔνυλος. ἄλλη δέ ἐστιν ἡ πρὸ ταύτης αἴσθησις ἐν τῷ ὀχήματι τῆς ψυχῆς, ὡς πρὸς ταύτην ἄνυλος καὶ καθαρὰ καὶ γνώσις ἀπαθὴς αὐτὴ καθ’ ἑαυτήν, μορφῆς δὲ οὐκ ἀπηλλαγμένη, διότι καὶ αὐτὴ σωματοειδὴς ἐστιν, ὡς ἐν σώματι λαχοῦσα τὴν ὑπόστασιν. καὶ ἐκείνη μὲν ἡ αἴσθησις τῇ φαντασίᾳ τὴν αὐτὴν ἔχει φύσιν· τὸ γὰρ εἶναι κοινὸν ἀμφοῖν· ἀλλ’ ἐξω μὲν προιοῦσα καλεῖται αἴσθησις, ἐνδον δὲ μένουσα καὶ ἐν τῷ πνεύματι θεωροῦσα τὰς μορφὰς καὶ τὰ σχήματα φαντασία, καὶ <καθ’ ὅσον μὲν *** φαντασία>, καθ’ ὅσον δὲ μερίζεται περὶ τὸ πνεῦμα, αἴσθησις· ἐστὶ γὰρ βάσις μὲν τῆς λογικῆς ζωῆς ἡ δόξα, χορυφὴ δὲ ἡ φαντασία τῆς δευτέρας, καὶ συνάπτουσιν ἀλλήλαις ἢ τε δόξα καὶ ἡ φαντασία καὶ πληροῦνται δυνάμεων ἡ δευτέρα παρὰ τῆς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
