# In Platonis Timaeum Commentaria 3.303.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.303.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.303.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.303.1-2

κρείττονος. ἡ δὲ μέση <ἡ> τῆς ἀλόγου ζωῆς τῶν μὲν ἄνωθεν τύπων ἄδεκτός ἐστι, τῶν δὲ ἔξωθεν δεκτικὴ μόνων, κοινὴ δὲ ὡμως ἐστὶ καὶ αὐτὴ παθητικῶς γιγνώσκουσα τὸ αἰσθητόν. ἡ δὲ ἔνυλος αἴσθησις τῶν ἔξωθεν προσπιπτόντων ἐστὶ μόνον καὶ τῶν κινούντων αὐτήν, ἐν ἑαυτῇ τὰ θεάματα κατἔχειν οὐ δυναμένη, μεριστὴ οὖσα καὶ οὐ μία· διῃρηται γὰρ περὶ τοῖς αἰσθητηρίοις. ἄλλη οὖν ἡ ἀπαθὴς αἴσθησις καὶ κοινή, ἄλλη ἡ κοινὴ μέν, παθητικὴ δέ, ἄλλη ἡ διηρημένη καὶ ἐμπαθής· καὶ ἡ μὲν ἐστὶ τοῦ πρώτου ὀχήματος, ἡ δὲ τῆς ἀλόγου ζωῆς, ἡ δὲ τῆς ἐμψυχίας τοῦ σώματος. μετὰ δὲ τὴν αἴσθησιν τὴν ἐπιθυμίαν ἔταξεν. ἐστὶ δὲ αὕτη ζωὴ μέν καὶ αὕτη σωματοειδής, ἀνυφαίνουσα δὲ ἀεὶ τὸ σῶμα καὶ παραμυθουμένη τὰς χρείας τοῦ σώματος, περὶ ἣν καὶ λύπη θεωρεῖται καὶ ἡδονή· πάρεστι μέν γὰρ καὶ τοῖς ἄλλοις μορίοις τῆς ψυχῆς ταῦτα τὰ πάθη· καὶ γὰρ ἐν λόγῳ καὶ ἐν θυμῷ λάβοις ἂν ἡδονὰς καὶ λύπας. ἡ δὲ σωματικὴ λύπη καὶ ἡδονὴ γίνεται κατὰ τὴν ἐπιθυμίαν· τοῦ γὰρ σώματος ἡ μὲν ἐπὶ τὸ παρὰ φύσιν ὁδὸς καὶ ἡ στέρησις τῆς ζωῆς τὴν λύπην ἀπεργάζεται, ἡ δὲ ἐπὶ τὸ κατὰ φύσιν ἐπάνοδος καὶ ἡ πρὸς τὴν ζωὴν ἐνάρμοσις ἡδονήν, καὶ τὸ συστελλόμενον ἐν τούτοις ἢ διαχεόμενον ἐστὶ τὸ ἐπιθυμητικόν. ἐπειδή δὴ πρωτουργὰ μέν ἐστι τὰ δύο ταῦτα πάθη καὶ πηγαὶ τῶν ἄλλων παθῶν, ὡς καὶ αὐτὸς ἐν τε τῷ Φιλήβῳ [62D] καὶ ἐν τοῖς Νόμοις [I 636D] εἴρηκε, διὰ τῆς μίξεως τούτων καὶ τοῖς ἄλλοις πάθεσι τὴν γένεσιν δοὺς καὶ τὸν ἔρωτα μῖξιν προσηγόρευσεν ἡδονῆς καὶ λύπης· τῶν γὰρ ἀπόντων ἐστὶν ὁ ἔρως, καὶ καθ’ ὅσον μὲν προβέβληται [ἐν] αὐτῷ τὸ ἐραστόν, ἡδονὴ σύνεστι, καθ’ ὅσον δὲ οὔπω καὶ ἐνεργεία πάρεστιν αὐτῷ, λύπη συμμιγὴς ἐστι. διὰ δὲ τοῦ ἔρωτος τὴν σύμπασαν ζωὴν τῆς ἐπιθυμίας ἐχαρακτήρισε, διότι σφοδρότατόν ἐστι τοῦτο περὶ αὐτὴν τὸ πάθος. τρίτον τοίνυν ἀπηριθμήσατο τὸν θυμόν. ζωὴ δὲ καὶ ὁ θυμός,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
