# In Platonis Timaeum Commentaria 3.304.1

Proclus, In Platonis Timaeum Commentaria, 3.304.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.304.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.304.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42AB] ἀλλ’ ἀποσκευαζομένη πᾶν τὸ λυποῦν καὶ ἐνοχοῦν τῷ σώματι. διὸ καὶ φόβος αὐτὸν ἐνοχεῖ τῆς τοῦ σώματος φθορᾶς, ὑπεροχή τε καὶ ἔλλειψις θεωρεῖται περὶ αὐτόν, οἷον θρασύτης καὶ δειλία καὶ τὰ ἐπόμενα τούτοις, φιλοτιμία, φιλονεικία καὶ πάντα ὅποσα κατὰ τὴν περὶ τὰ θνητὰ γινέται ποίαν, τῆς ἄνω ψυχῆς τῇ ζωῇ ταύτῃ χρωμένης εἰς τὴν τοῦ σώματος κίνησιν. αὗται μὲν αἱ τρεῖς δυνάμεις αἱ γενεσιουργοί, τάξιν δὲ ἔχουσι τοιαύτην κατὰ τὴν γενέσεως πρόοδον. εὐθὺς μὲν γεννηθέν τὸ σῶμα μεταλαγχάνει τῆς αἰσθήσεως· οὐδὲ γὰρ ἂν εἴη ζῷον οὐδὲ ὄρεξιν ἂν σχοῖν μὴ αἰσθητικὸν γεγενοῦς· αἱ μὲν γὰρ ὁρέξεις μετὰ αἰσθήσεων, αἱ δὲ αἰσθήσεις οὐ πάντως μετὰ τῶν ὁρέξεων, διὸ καὶ μᾶλλον τῷ αἰσθητικῷ τὸ ζῷον ἢ τῷ ὀρεκτικῷ χαρακτηρίζουσι. μετὰ δὲ τὴν αἴσθησιν ἡδόμενον φαίνεται καὶ λυπούμενον, συστελλόμενον μὲν ὑπὸ τῆς ἐξωθεν ψύξεως, ἀναθαλπόμενον δὲ ὑπὸ τῶν σπαργάνων καὶ πρὸς τὸ κατὰ φύσιν ἀγόμενον. μετὰ δὲ τὴν ἐπιθυμίαν προιοῦσης τῆς ἡλικίας καὶ θυμούμενον (ἤδη γὰρ ὁ θυμὸς δύναμις ἐστὶν ἀδροτέρας φύσεως, διὸ καὶ τῶν λόγων ζῴων τὰ μὲν ἐνυλότερα κατ’ ἐπιθυμίαν ζῇ μόνην καὶ λύπης μετέχει καὶ ἡδονῆς, τὰ δὲ τελεώτερα θυμοειδεστέραν ἔλαχε ζωήν). πρὸ δὲ τούτων τῶν ὁρέξεων, ὥσπερ εἴπομεν καὶ ἐπὶ τῆς αἰσθήσεως, ἐστι τις αὐτῶν ἐν τῷ πνεύματι τῆς ψυχῆς ἀκρότης, ὀρμητικὴ τις δύναμις καὶ κινητικὴ μὲν τοῦ πνεύματος, συνεκτικὴ δὲ καὶ φρουρητικὴ τῆς οὐσίας αὐτοῦ, ποτὲ μὲν ἐπτεινομένη καὶ μεριζοῦσα ἑαυτήν, ποτὲ δὲ εἰς ὅρον καὶ τάξιν ἀγομένη καὶ ὑπὸ τοῦ λόγου μετρουμένη.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
