# In Platonis Timaeum Commentaria 3.307.1

Proclus, In Platonis Timaeum Commentaria, 3.307.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.307.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.307.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42B] τὰς μερικὰς ψυχὰς κατέχοντες καὶ ἀνάγοντες ἐπὶ τὸ νοητόν, ὥσπερ καὶ αὐτὰς οἱ τῶν ἀπολύτων ἡγεμόνες· διὸ καὶ αὐτὰς εὐδαίμονας ἐν ἄλλοις εἴρηκεν ὡς ἐκεῖνον οἷον δαιμόνων ὄντων ἐξηρτημένας· πανταχῶ γὰρ τὸ προσεχῶς ὑπερίδωνμένον τὴν δαίμονος ἔχει τάξιν πρὸς τὸ παρ’ αὐτοῦ προνοίας D ἀξιούμενον. ταῦτα καὶ περὶ τούτων. Δεῖ δὲ καὶ τὴν συνἔχειαν θεωρεῖν τῶν θεωρημάτων· ὑπέστησε γὰρ τὰς ψυχὰς ἀπὸ τῆς δημιουργικῆς καὶ τῆς ζωογονικῆς αἰτίας, καὶ μετὰ τὴν ἀπογέννησιν ὑπέταξεν ἄλλας ἄλλαις ψυχαῖς θείαις, ὑπερκόσμιον αὐτῶν καὶ τὴν πρόοδον καὶ τὴν διανομὴν ποιησάμενος, καὶ ἐπὶ ταύταις εἰσήγαγεν αὐτὰς εἰς τὸ πᾶν, ὄχημα δούς, καὶ περὶ τὰ ἄστρα διεσπείρεν, ἔπειτα κατήγαγεν εἰς γένεσιν καὶ δέδωκεν αὐταῖς τὸ θνητὸν εἶδος τῆς ζωῆς, καὶ μετὰ ταῦτα διεῖλεν αὐτῶν τοὺς βίους καὶ προσφόρους λήξεις διένειμε τοῖς βίοις· ἀπὸ γὰρ τῶν ὑπερκοσμίων εἰς τὸν κόσμον αὐταῖς ἡ πρόοδος, ἀπὸ δὲ τῆς ὅλης ζωῆς εἰς γένεσιν ἡ κάθοδος. νῦν δ’ οὖν ἐπειδή περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν εἰς τὸ σύννομον ἄστρον ἀποκαθισταμένων πεποίηται λόγος, καὶ φησιν αὐτὰς ἀπολειποῦσας τὸ σῶμα βίον ζῆειν εὐδαίμονα, πῶς ταῦτα τοῖς ἐν Φαίδρῳ [249AB] συμφωνεῖν ἐροῦμεν; ἐκεῖ γὰρ ὁ τὸν φιλόσοφον βίον ἐλόμενος διὰ τριῶν ἀποκαθίστατο βίων. ἢ τὴν ἐνταῦθα παραδιδομένην λήξιν οὐκ εἰς τὸ αὐτὸ γίγνεσθαι φήσομεν, ὅθεν E ἤκει ψυχὴν ἑκάστην (τοῦτο γὰρ διὰ τριῶν γίγνεσθαι χιλιετῶν περιόδων), ἀλλ’ ἀναχώρησιν εἶναι πρὸς τὸ ἄστρον, ὅφ’ ὃ τεταγμένη κατ’ οὐσίαν ἢν καὶ ζωὴν εἶχε μετ’ ἐκείνου κοινήν· τοῦτο γὰρ καὶ ταῖς μὴ φιλοσόφοις ὑπάρχει δυνατόν τὸ εἰς τοῦ οὐρανοῦ τινὰ τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσας διάγειν ἀξίως, οὗ ἐν ἀνθρώπων εἴδει ἐβίωσαν βίον· καὶ γὰρ τοῦτο ἐν τῷ Φαίδρῳ λέλεκται περὶ τῶν μὴ φιλοσόφων ψυχῶν, ἄλλῃ ἢ εἰς τὸ αὐτὸ πάλιν ἀποκατάστασις, ἄλλῃ ἢ εἰς τὸ σύννομον ἄστρον ἄνοδος· ἢ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
