# In Platonis Timaeum Commentaria 3.309.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.309.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.309.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.309.1-2

ὑστερον γὰρ καὶ ἐπεισοδιῶδες πανταχοῦ τὸ παρὰ φύσιν. ἐπειδὴ δὲ καὶ ἐν θεοῖς ἔστι τὸ θῆλυ, τί κωλύει τὰς ψυχὰς καὶ ταύτη μιμουμένας τοὺς οἰκείους ἡγεμόνας μὴ μόνον ἐπιλέγεσθαι βίους τοὺς αὐτοῖς προσήκοντας, ἀλλὰ καὶ ζῶν φύσιν αὐτοῖς ὡκειωμένην; γίγνεσθαι δὲ καὶ ἐπαλλάξεις οὐ θαυμαστόν, ὥσπερ εἴρηται καὶ πρότερον [p. 267, 13 ss]. ὅτι μὲν γὰρ ἔστι τὸ θῆλυ καὶ τὸ ἄρρεν οὐ μόνον ἐν τοῖς θνητοῖς, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς χωρισταῖς ζῷαις τῶν ψυχῶν, κατασκευάσαις <ἂν> ἀναμνησθεὶς τῶν ἔμπροσθεν πάλιν, ἀπὸ τε τοῦ ἐν τοῖς ἄκροισ εἶναι, τοῖς τε πρὸ αὐτῶν λέγω καὶ τοῖς μετὰ ταύτας (ἀνάγκη γὰρ πού καὶ ἐν τοῖς μέσοις εἶναι), καὶ ἀπὸ τοῦ ζῶα καὶ ἐκεῖνας ὑπάρχειν, μετὰ τῶν αἰδίων ὁρωμένας ὀχημάτων, ὡς προεἴπομεν [p. 267, 25 ss], πᾶν δὲ ζῶον ἔχειν τὰς ἰδιότητας ταύτας. εἰ δὲ ἐκεῖ μὲν ὁμοφύως ταῖς ψυχαῖς συνέξευκται τὰ ὄχηματα, ἐνταῦθα δὲ ποτε καὶ ἐπηλλαγμένως, οὐ χρὴ διαπιστεῖν· ὅπου μὲν γὰρ οὐσιώδης ἐστὶν ἡ συνάρτησις, ὅπου δὲ προαιρετική. διὸ καὶ ἐκεῖ μὲν ἔπεται τῇ οὐσίᾳ τῶν ψυχῶν ἢ τῶν ὀχημάτων διαίρεσις, ἐνταῦθα δὲ ταῖς διαφόροις αἱρέσεισι. καὶ ἔχεις καὶ ταύτας ἀπὸ τῶν ἐν Συμποσίῳ [189 C ss] κειμένων συνιστάνειν ἐν τῷ Ἀριστοφάνους μύθῳ· καὶ γὰρ τὰς διαιρέσεις τὰς εἰς ταῦτα τῶν ψυχῶν καὶ τὰς ἐπαλλάξεις τῶν ἐν τούτοις αἱρέσεων περὶ τὸν θνητὸν βίον σαφῶς ἐκεῖ παραδίδωσι, καθἄπερ εἴρηται καὶ πρότερον [p. 284, 4 ss]. εἰ μὲν τὴν τῆς γυναικὸς φύσιν αὐτόθεν ἀκούοις, οὕτω καὶ διαιτήσομεν τοῖς λόγοις. εἰ δὲ πᾶν τὸ ἀσθενὲς εἶδος τῆς ζωῆς καὶ θηλυνόμενον καὶ δέπον ἐπὶ τὴν γένεσιν διὰ τῆς γυναικὸς σημαίνεσθαι λέγοις συμβολικῶς, ὡς τῶν πρὸ ἡμῶν ἠκουσάν τινες οὐχ οἱ τυχόντες, οὐδενιᾶς ἂν δέοιτο τοιαύτης ἐπιλύσεως. ἔξεστι δὲ ὁποτέρως βούλει λέγειν, ἄλλως τε καὶ τοῦ Πλάτωνος πολλὰ καὶ διὰ τῶν συμβόλων κρύπτειν σπουδάζοντος. εἰ δ’ οὖν καὶ ταῦτά τις ὑποθεῖτο λέγειν αὐτόν, ὅ δὴ καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
