# In Platonis Timaeum Commentaria 3.310.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.310.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.310.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.310.1-2

δοκεῖ, τὴν πρῶτον εἰς γένεσιν κατιοῦσαν μὴ φυτεύειν εἰς θῆλειαν φύσιν, λάβωμεν ἐκ τούτου καὶ τὴν ψυχὴν εἶναι καὶ κατὰ τὸν Τίμαιον ἀγέννητον καὶ τὸν ἄνθρωπον καὶ ἁπλῶς τὸ πᾶν· εἰ γὰρ γέγονεν ἡ ψυχὴ καὶ ἀπὸ χρόνου κατέεσιν ἐπὶ τὴν πρώτην γένεσιν, ἀνδρὸς παρ<αδ>έξεται βίον. οὕτος δὴ· ὁ ἄνθρω πάντως γεννητὸς ὢν ἐκ θῆλεος γέγονεν. ἐκεῖνο δὴ τὸ θῆλυ ψυχὴν ἔχει ἤτοι πρῶτον κατελθοῦσαν (καὶ ψευδὴς ὁ τοῦ Τιμαίου λόγος εἰς ἄρρεν πρῶτον καταγὼν τὴν ψυχήν), ἢ οὐ πρῶτον (καὶ ἀνάγκη πρὸ ἐκείνου τὴν ἐν ἐκείνῳ ψυχὴν ἄρρενος γεγονέναι ψυχήν, ἐκεῖνο δὲ τὸ ἄρρεν αὐθὶς ἐκ θῆλεος εἶναι γεγονὸς ἄρρεν), ἢ εἰ μὴ τοῦτο, αὐτόματον. ἀλλ’ εἰ τοῦτο, μάτην ἔσται μὴ ὄντος θῆλεος, ἐξ οὗ καὶ ἐν ᾧ γεννήσει. καὶ ἤτοι καὶ ἐκεῖνο αὐτόματον, ὡς τὸ ἄρρεν, καὶ ἔχει ψυχὴν πρῶτον κατελθοῦσαν ὡς κἀκεῖνο <τὸ> σὺν αὐτῷ γεγονός, ἢ ἐκ τοῦ ἄρρενος. ἀλλὰ ἀδύνατον. οὐτ’ ἄρα γέγονέ ποτε τούτων θάτερον, οὔτε ψυχὴ τῶν γεννητῶν ἐστιν οὔτε πολλῷ πλεῖον τὸ πᾶν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
