# In Platonis Timaeum Commentaria 3.312.3

Proclus, In Platonis Timaeum Commentaria, 3.312.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.312.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.312.3

Μία σωτηρία τῆς ψυχῆς αὐτῆς παρὰ τοῦ δημιουργοῦ προτείνεται τοῦ κύκλου τῆς γενέσεως ἀπαλλάττουσα καὶ τῆς πολλῆς πλάνης καὶ τῆς ἀνθρώπου ζωῆς, ἢ πρὸς τὸ νοερὸν εἶδος τῆς ψυχῆς ἀναδρομὴ καὶ ἢ φυγὴ πάντων τῶν ἐκ τῆς γενέσεως ἡμῖν προσπεφυκότων· δεῖ γὰρ τὴν ψυχὴν ἐν τῇ γενεσιουργῷ σπορᾷ καταβληθεῖσαν σπέρματος δίκην τὴν μὲν οἷον καλάμην καὶ τὸν φλοιόν, ὃν ἔσχεν ἀπὸ γενέσεως, ἀποσκευασαμένην, ἑαυτὴν δὲ καθῆραι ἀπὸ τῶν περιειλημένων ἄνθος γίνεσθαι καὶ καρπὸν νοερὸν, ἀντὶ τῆς δοξαστικῆς τροφῆς τὴν νοερὰν ζωὴν ἀγαπήσασαν καὶ ἀντὶ τῆς κατὰ τὴν θάτερον περίοδον πολυπλανοῦς κινήσεως τὴν μονοειδῆ καὶ ἀπλὴν τῆς ταύτῳ περιφορᾶς ἐνέργειαν ἐπιδιώξασαν· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῶν κύκλων ἑκάτερος καὶ αἱ διταὶ δυνάμεις καὶ τῶν ἴππων ὁ τε ἀγαθὸς καὶ ἐναντίος, καὶ ὁ μὲν εἰς γένεσιν ἄγει τὴν ψυχὴν, ὁ δὲ ἀπὸ γενέσεως ἐπὶ τὸ ὅν, καὶ ὁ μὲν τὸν γενεσιουργὸν περιάγει κύκλον, ὁ δὲ τὸν νοερὸν· ἢ γὰρ ταύτῳ καὶ ὁμολον περίοδος ἐπὶ νοῦν ἀναπέμπει καὶ τὴν νοητὴν φύσιν καὶ ἐπὶ τὴν πρώτην καὶ ἀρίστην ἕξιν. ἔστι δὲ αὕτη ἐκείνη, καθ’ ἣν ἐπτερωμένη τὸν ὅλον συνδιοικεῖ κόσμον τοῖς θεοῖς, ἑξομοιωθεῖσα τοῖς θεοῖς αὐτοῖς, καὶ τοῦτ’ ἔστι τὸ καθολικὸν εἶδος ἐν τῇ ψυχῇ τῆς ζωῆς, ὥσπερ τὸ μερικόν, ὅταν εἰς τὸ ἔσχατον πέσῃ σῶμα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
