# In Platonis Timaeum Commentaria 3.313.3

Proclus, In Platonis Timaeum Commentaria, 3.313.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.313.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.313.3

κύκλον τ’ ἄν λῆξαι καὶ ἀναπνεῦσαι κακότητος. εἰ δὲ καὶ τὴν ἡμετέραν ψυχὴν ζῶσαν εὑ κατὰ τὸν ταυτοῦ κύκλον ἀναγκαῖον ζῆν, πολλῷ μᾶλλον τὰς θείας· ὥστε καὶ ὅσας ἐνέθηκεν εἰς τὴν θάτερον περιφορὰν διὰ τὸ πλεονάζειν ταῖς εἰς τὸ αἰσθητὸν προνοίαις. ἀλλὰ μὴν δυνατὸν ζῆν C κατὰ τὸν ταυτοῦ κύκλον καὶ τὴν ἡμετέραν ψυχὴν, καθαρθεῖσαν, ὡς αὐτὸς φησι. μόνην ἄρα τὴν καθαρικὴν ἀρετὴν σώτειραν προσρητέον τῶν ψυχῶν, ἀποκόπτουσαν μὲν καὶ ἀφανίζουσαν ἄρδην τὰς ἐνύλους φύσεις καὶ τὰ ἐκ τῆς γενέσεως ἡμῖν προσφύντα πάθη, χωρίζουσαν δὲ τὴν ψυχὴν καὶ ἐπὶ τὸν νοῦν περιάγουσαν καὶ τοὺς χιτῶνας, οὓς ἐνεδύσατο, καταλείπουσαν· εἰς γῆν κατιοῦσαι γὰρ αἱ ψυχαὶ προσλαμβάνουσιν ἀπὸ τῶν στοιχείων ἄλλους καὶ ἄλλους χιτῶνας, ἀερίους ἐνυδρίους χθονίους, ἐπειδ’ οὕτω τελευταῖον εἰς τὸν ὀγκὸν τὸν παχὺν τοῦτον εἰσχωρίονται· καὶ πῶς γὰρ ἔμελλον ἀμέσως ἀπὸ τῶν ἀέριων πνευμάτων εἰς τόδε τὸ σῶμα χωρεῖν; καὶ πρὶν οὖν εἰς τοῦτο κατέλθωσιν, ἔχουσι τὴν ἄλογον ζωὴν καὶ τὸ ἐκείνης ὄχημα κατεσκευασμένον ἀπὸ τῶν ἄπλων στοιχείων, καὶ ἐνεδύσαντο ἀπὸ τούτων ὀχλον, οὕτωσὶ καλούμενον ὡς ἀλλότριον μὲν τοῦ συμφύτου τῶν ψυχῶν ὀχήματος,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
