# In Platonis Timaeum Commentaria 3.317.1

Proclus, In Platonis Timaeum Commentaria, 3.317.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.317.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.317.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42D] ποῦντες οὐ φάμεν αὐτὸν εἰκέναι νόμῳ πόλεως, ὃν τίθησιν ὁ παρ’ ἡμῖν νομοθέτης ὡς τῷ εἶναι μόνον ἐνεργοῦντα (προηγεῖται γὰρ ἡ δημιουργικὴ βούλησις τῆς ἐν τῷ εἶναι μόνον ἐστώσης ἐνεργείας, καὶ οὐδὲ θεμιτὸν ὅλως τὰ ἀνθρώπινα τοῖς θείοις εἰς ταὐτὸν ἄγειν· ταῦτα γὰρ, κἂν ἀφομοιωταὶ ποτε πρὸς τὸ θεῖον, μεριστῶς ἀπεικάζεται, τὰ μὲν τὸ μόνιμον, τὰ δὲ τὸ δραστήριον, τὰ δὲ τὸ τελειουργὸν ἀπομιμούμενα τῶν θείων), ἀλλ’ οὐδὲ ἀμφίβολον εἶναι τὸν τοιοῦτον συγχωρήσομεν θεσμόν, οἷον εἰ μὲν τάδε τις ποιήσειεν, ἐπεσθαι ταύτῃ, εἰ δὲ μή, τὰ ἀντικείμενα αὐτῷ εἶναι κατὰ τὴν αἰώνιον νόησιν· ὁ γὰρ τῶν ὅλων πατὴρ τὰ ἀποτελέσματα πάντα κατ’ αἰτίαν ἐν ἑαυτῷ περιείληφεν, οὐδ’ ἐ ἀορίστοις γνώσεσιν, ἀλλὰ ἐν ἐστώσαις, <τὰ πολνειδῆ> ἐνοειδῶς καὶ τὰ γεγονότα ἀγενήτως καὶ τὰ ἐνδεχόμενα ἀναγκαίως καὶ τὰ μεριστὰ ἀμερίστως συλλαβὼν· καὶ γὰρ χρόνος καὶ τόπος ἅμα οὕρανῳ γέγονεν. ὁ τοίνυν τοῦ παντὸς δημιουργὸς ἀχρόνως καὶ ἀδιαστάτως τῶν πάντων ἐν ἑαυτῷ τὰς ἀρχὰς ἵδρύσατο. δεῖ δὴ οὖν καὶ τὸν δημιουργικὸν θεσμὸν τάξιν νοερὰν διὰ πάντων διήκουσαν καὶ πᾶσι παροῦσαν ἀκωλύτως καὶ πάντα φρουροῦσαν ἀχράντως ὑποτίθεσθαι τῷ θείῳ θεσμῷ συνεχομένην· ἔχει γὰρ, οἶμαι, τι καὶ τοῦ νόμου πλεῖον ὁ θεσμός, καθ’ ὅσον καὶ ὁ θεὸς τοῦ νοῦ κρείττων· νοῦ μὲν γὰρ διανομὴν εἶναι φάμεν τὸν νόμον, θελᾶν δὲ τάξιν καὶ ὅρον ἐνοειδῆ τὸν θεσμόν. ταῦτα μὲν περὶ τούτων. Ἐπὶ δὲ τὴν λέξιν χωρήσαντες ἐκεῖνο πρῶτον πιέσωμεν, ὅτι πάντας τοὺς εἰμαρμένους νόμους διὰ τῆς δεκάδος περιέλαβε, διότι καὶ συμφυὴς ἐστιν ἡ δεκάς πρὸς τὴν δημιουργικὴν αἰτίαν· ἤγουν καὶ ὅσα ἀγαθὰ τῷ παντὶ κόσμῳ δέδωκεν ὁ δημιουργός, εἰς τοῦτον τελοῦντα τὸν ἀριθμόν, ὄντα τὰ πάντα δέκα· καὶ γὰρ ἐστιν ἡ δεκάς κοσμική, καθάπερ ὁ ὕμνος ὁ ΠυθΕ αγόρειος λέγει,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
