# In Platonis Timaeum Commentaria 3.320.1

Proclus, In Platonis Timaeum Commentaria, 3.320.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.320.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.320.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42 D] Ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, τοὺς δὲ εἰς τὰ ἄλλα ὅσα χρόνου ὄργανα [42 D]. Τὴν σπορὰν τῶν ψυχῶν ταύτην οὔτε κατὰ τύχην οἰητέον γίνεσθαι (ποῦ γὰρ ἐν τοῖς ἀεὶ ὡσαύτως ἔχουσι τὸ ἀόριστον παρεμπίπτειν δυνατόν·), οὔτε ψιλὴν αὐτὴν εἶναι τοῦ γεννήσαντος διανομήν (οὐ γὰρ ἔστιν ἑτεροκίνητα τὰ σπειρόμενα οὔτε ἀπροαίρετα), ἀλλ’ ἄνωθεν μὲν ἐπιτελεῖσθαι κατὰ τὸν δημιουργικὸν νοῦν, συντρέχειν δὲ καὶ τὴν αὐτῶν τῶν ψυχῶν βούλησιν· ἑκάστη γὰρ τὴν οἰκεῖαν τάξιν καὶ γιγνώσκει καὶ αἱρεῖται καὶ ἑαυτὴν καὶ τὸ ὄχημα τὸ ἑαυτῆς προσιδρύει ταῖς οἰκείαις μοίραις τοῦ παντός, οὔτῃ ἡ αὐτὴ οὖσα τοῖς θεοῖς, περὶ οὓς σπείρεται, καθάπερ φασί τινες τῷ ὅλῳ ταυτόν ποιούντες τὸ μέρος (συγχέεται γὰρ οὕτως ἡ τῶν ἡγουμένων καὶ τῶν ἐπομένων τάξις, καὶ τῶν ἀκηράτων ψυχῶν καὶ τῶν μὴ τοιούτων ἡ διακόσμησις ἀναιρεῖται), οὔτῃ ἀλλοτρίαις ἑαυτὴν συνάπτουσα μερίσιν ἡ μὲν ἄλλαις, ἡ δὲ ἄλλαις τοῦ παντός (ἡ γὰρ οὐσιώδης ὁμοιότης προηγεῖται τῆς τοιαύτης σπορᾶς). τί γὰρ ἂν τις καὶ αἰτιά- D σαιτο ταύτης τῆς διαιρέσεως; ἀρ’ ὅτι τὰς μερικὰς ἕδει ψυχὰς ἀσυντάκτους εἶναι πρὸς τὰς ὅλας καὶ τὰ ὄχηματα αὐτῶν ἀπεσχίσθαι τῶν ὅλων περιφορῶν; ἀλλὰ τοῦτο ἀδύνατον· ἔπεταί γὰρ πανταχοῦ τὰ μέρη τοῖς ὅλοις. ἀλλ’ ὅτι διάφοροι πρὸς ἀλλήλας αἱ ψυχαί; καὶ πῶς ὅλως διήνεγκαν ἀλλήλων ἐν εἴδεσιν ἀύλοις ὑφεστῶσαι; ἀλλ’ ὅτι διαφέρουσι μὲν ἀλλήλων, οὐ κατὰ τὰ προηγούμενα δὲ μέτρα τῶν ψυχῶν τῶν θείων διεκρίθησαν; καὶ πῶς ἡ ἕννοια αὐταῖς καὶ ἡ τελελωσις δι’ αὐτῶν ἐφήκε; πάντῃ ἄρα φήσομεν τὴν σπορὰν ταύτην κατὰ νοῦν θεῖον ἀφορίζεσθαι καὶ τέλειον. καὶ τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω. Τῶν δὲ καθ’ ἕκαστα τὴν θεωρίαν ἐφεξῆς συνάπτομεν. προηγεῖται δὴ πάσης τῆς ἄλλης

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
