# In Platonis Timaeum Commentaria 3.322.1

Proclus, In Platonis Timaeum Commentaria, 3.322.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.322.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.322.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42D] δὲ μετὰ τῶν ὅλων, ὥσπερ τὰ ἄστρα, καὶ ἔστι πάντα ὄργανα χρόνου· καὶ γὰρ πάντες οἱ ἀπλανεῖς καὶ πᾶς ἐγκόσμιος θεὸς κινούμενοι κατὰ κύκλον πάντως ἔχουσι περιοδικούς χρόνους, καθ’ οὓς ὁ πᾶς μετρεῖται χρόνος τοῦ κοσμικοῦ βίου, καὶ κοινῶς ἔχουσι πρὸς ἐκεῖνον καὶ πρὸς ἀλλήλους 5 333 ἀποκαταστάσεις. αὐτὸς δὲ τούτων μόνων ἐμνημόνευσεν, ὧν εἶχεν ἐκ τῆς αἰσθήσεως τοὺς ἀποκαταστατικοὺς χρόνους, διελὼν δὲ τὸν κόσμον εἰς τε οὐρανὸν καὶ γένεσιν παρέλαβεν ἀφ’ ἑκάτερου τὸ ἔσχατον κατὰ τὴν θέσιν, σελήνην καὶ γῆν, καὶ ἠρκέσθη τούτοις, διότι περὶ τῆς τῶν ἐσχάτων ἤν ψυχῶν 10 διαιρέσεως ὁ λόγος καὶ περὶ τῆς τῶν μερικωτάτων ὀχημάτων σπορᾶς, ἥ καὶ μεταβάλλειν πέφυκε καὶ πελάζειν τοῖς παχυτάτοις τῶν ὀγκῶν καὶ δύνειν κατ’ αὐτῶν. τρίτον δὲ ἐπὶ τούτοις κἀκεῖνο γιγνώσκειν ἄξιον, ὅτι σπείρεται ὄχηματα καὶ περὶ τοὺς ἀπλανεῖς ἀστέρας· πᾶσα γὰρ τοῦ κόσμου μερὶς 15 πλήρης ἐστὶ ψυχῶν μερικῶν ὑπεστρωμένων τοῖς διαζωσαμένοις αὐτὴν θείοις καὶ συνεπομένη τοῖς ἐξημμένοις αὐτῶν δαίμοσιν. εἰ δὲ ὑπὲρ τὴν Κρονίαν σφαῖραν γίγνεται τι τῶν μερικῶν τούτων σωμάτων ἢ πάντα ἐν ταῖς πλανωμέναις ἐστὶ κατ’ οἰκειότητα τεταγμένα τῶν ἀπλανῶν ἀστρῶν, 20 ἐπιστάσεως ἄξιον· ἐπεὶ καὶ αὐτῶν τῶν πλανωμένων ἄλλους Β πρὸς ἄλλα τῶν ζωδίων ὁρκεῖῶσθαι φασιν οἱ ταῦτα δεῖνοί. θαυμαστὸν οὖν οὐδέν, εἰ ἐν ταῖς πλανωμέναις ὄντα τὰ τῶν ψυχῶν ὄχηματα συμπεριάγοιτο τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις τῶν ἀπλανῶν ἀστέρων· εὐλογώτερον γὰρ τοῦτο μᾶλλον ἄν 25 τις δόξειεν, ἢ καὶ ὑπὲρ τὴν Κρονίαν αὐτὰ σφαῖραν ποιεῖν· τῇ γὰρ ποικιλίᾳ τῆς ζωῆς καὶ τῇ εἰς γένεσιν ὁπη καὶ τῇ συμμίκτη φύσει τῶν κυκλοφορουμένων καὶ τῶν ἐνθυπορούντων οἰκειότερος οὗτος ὁ τόπος. κάλλιον δὲ λέγειν, ὅτι καὶ περὶ τοὺς ἀπλανεῖς γίνεται σπορὰ τῶν ὀχημάτων, καὶ 30 ὅτι ἄνεισι καὶ μέχρι τῆς σφαῖρας ἐκείνης τὰ κεκαθαμένα καὶ ἀστροειδῆ καὶ εὐλυτα, ζωὴν ἀπλὴν ἔχοντα καὶ κίνησιν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
