# In Platonis Timaeum Commentaria 3.330.2

Proclus, In Platonis Timaeum Commentaria, 3.330.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.330.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.330.2

οἷον δειλὸς τις ἢ ἀκόλαστος ἐκ τῆς τῶν οὐρανίων κινή-σεως, ἄλλως ἐκείνων δρώντων ἄλλως μετέχεσθαι ὑπὸ τῶν ψυχῶν· καὶ γὰρ νοῦ, φησὶν ὁ Πλωτῖνος, ἀπόρροια γί-νεται πανουργία, τοῦ δεξαμένου κακῶς ὑποδεξαμένου τὴν ἀπόρροιαν, καὶ φιλοκάλου ζωῆς δόσις ἀκολασία, διὰ τὴν ὁμοίαν αἰτίαν, καὶ ὅλως ἀγαθοειδῶς ἐκείνων ποιούντων τὸν ἐναντίον τρόπον ὑπὸ τῶν τῆδε μετεχόνται αἱ ἐκεῖ-νων δόσεις, ὥστ’ οὐκ αἰτιατέον τῶν κακῶν τοὺς διδόντας ἀγαθοειδῶς διδόντας, ἀλλὰ τοὺς δεχομένους παρατρέποντας τὰς δόσεις ταῖς ἑαυτῶν ἀνεπιτηδειότησι. ταῦτα καὶ ὁ παρ’ Ὅμηρῳ [α 32ss] Ζεὺς αἰτιᾶται τὰς ψυχάς, ὡς μάτην αἰ-τιωμένας θεούς, αὐτὰς δὲ ἑαυταῖς αἰτίας τῶν κακῶν· θεοὶ γὰρ ἀγαθῶν εἰσι χορηγοὶ καὶ νοῦ καὶ ζωῆς ἀποπληρωταί, κακοῦ δὲ οὐδενός· ὅπου γὰρ οὐδὲ ἡ μερικὴ φύσις αἰτία τῷ ἑαυτῆς γεννήματι κακοῦ (τὸ γοῦν παρὰ φύσιν αὐτὸ τοῦτο, ὃ λέγεται, παρὰ φύσιν ἔσται καὶ οὐ κατὰ φύσιν), τί χρη οἴεσθαι περὶ αὐτῶν τῶν θεῶν; οὐ πολλῷ μᾶλλον ἐκείνους ἀγαθῶν αἰτίους εἶναι τοῖς ἑαυτῶν δημιουργήμασι; καὶ πῶς οὐ πολλῷ μᾶλλον παρ’ οἷς ἡ δύναμις, παρ’ οἷς ἡ αὐτοτελὴς φύσις, παρ’ οἷς ἡ σύμπασα ἀγαθότης, οἷς ἐναντίον ἔστι τὸ κακόν; ἀδύναμον γὰρ καὶ ἄτελὲς καὶ ἀμέτρητόν ἐστι κατὰ τὴν αὐτοῦ φύσιν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
