# In Platonis Timaeum Commentaria 3.332.1-2-28

Proclus, In Platonis Timaeum Commentaria, 3.332.1 to 3.332.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.1-2

τοῖς ἐποχουμένων. νοοῦσι δὲ τὴν τοῦ πατρὸς τάξιν τὴν <pg>5</pg> πρὸ τῶν τεταγμένων ἐν αὐτῷ προϋπάρχουσαν, καθ’ ἣν καὶ πάντα ἤδη γέγονεν. ὁ γὰρ εἶπε περὶ τῆς μονάδος τῶν νέων θεῶν ὁ Ὀρφεύς [frg. 192]· κραῖνε μὲν οὖν Ζεὺς πάντα πατήρ, Βάκχος δ’ ἐπέκραινε, τοῦτο καὶ περὶ τῶν νέων θεῶν ῥητέον, ὅτι δὴ τὴν δημι- ουργίαν ἐπιτελοῦσι τοῦ πατρός, ἣν ἐκεῖνος αὐτῷ τῷ νοεῖν ὑπέστησεν, ὥσπερ δὴ φησι καὶ τὸ λόγιον [or. chald. 46]· ταῦτα πατὴρ ἐνόησε, βροτοὶ δὲ οἱ ἐψύχωτο. Β καὶ πέπλασται οὖν τὰ θνητὰ καὶ ἐψύχωται κατ’ αὐτὴν μό- νην τὴν δημιουργικὴν νόησιν. οἱ δὲ νέοι θεοὶ τὴν ὁλικὴν ἐκείνου ποίησιν ἐκφαίνοῦσι διὰ τῆς ἑαυτῶν ἐκφανοῦς δημι- ουργίας ἔχοντες τῆς δημιουργικῆς μονάδος. Καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρός καὶ γῆς ὑδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζό- μενοι μόρια, ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταῦτόν τὰ λαμβανόμενα συνενόλλων, οὐ τοῖς ἀλύτοις οἷς αὐτοὶ συνέιχοντο δεσμοῖς [42E 43A]. Τὴν μὲν διάκρισιν τῆς δευτέρας δημιουργίας ἀπὸ τῆς προτέρας διὰ πολλῶν ὁ Πλάτων ἡμῖν ῥημάτων καὶ βαθέων ἐνεδείξατο· εἰ γὰρ ὁ μὲν διέταξεν, οἱ δὲ ἔπονται τοῖς ἐκεῖ- νου προστάγμασιν, ὁ μὲν αὐτεπιτακτικῶς αἴτιός ἐστι τῶν γινομένων, οἱ δὲ ὑπ’ ἐκείνου κινοῦμενοι τὸν ὅρον ἐκεῖθεν ὑποδεξάμενοι τῆς ὅλης ποιήσεως, καὶ εἰ ὁ μὲν ἐν ἑαυτῷ μένει, κινοῦνται δὲ οὗτοι περὶ αὐτόν, δῆλον, ὅτι διαιωνίως μὲν ἐκεῖνος αἴτιός ἐστι τῶν κατὰ χρόνον ὑφισταμένων, οὗτοι δὲ πληρούμενοι παρ’ αὐτοῦ κατὰ τὸν ὅλον ἐνεργοῦσι χρόνον, C καὶ εἰ ἐκεῖνος <μὲν> ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
