# In Platonis Timaeum Commentaria 3.332.31

Proclus, In Platonis Timaeum Commentaria, 3.332.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.31
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.31

τελέως ἵδρυσεν ἑαυτόν, οἱ δὲ ἀπ’ αὐτοῦ προελθόντες τὴν 26 καὶ εἰ D 5 : καὶ Q ἡνωμένην αὐτοῦ καὶ ἄρρητον ταύτην διάθεσιν ἐκφαίνουσι, τὰ δεύτερα μέτρα τῆς ποιήσεως οὕτοι παρ’ ἐκείνου κομίζονται. καὶ μὴν καὶ ὁ μὲν πατρικὴν ἔχειν ἀξίαν λέγεται, οἱ δὲ ἐκείνου προσαγορεύονται παῖδες ὡς ἂν τὴν γόνιμον ἐκείνου δύναμιν καὶ τὴν ἀγαθότητα τὴν ἐνιαίαν ἀποτυποῦμενοι, καὶ ὁ μὲν ὡς παραδιδὼν ἀπὸ ὑψηλοῦ τὰς ἀρχὰς τῆς δημιουργίας ἀνυμνεῖται, οἱ δὲ ὡς παραλαμβάνοντες ἀρχὴν ἀθάνατον συντελοῦσαν εἰς τὴν διακόσμησιν τῶν θνητῶν, καὶ ὁ μὲν τῆς τῶν αἰδίων ζωογονίας ἔχειν λέγεται τὴν πηγὴν, οἱ δὲ τῆς τῶν θνητοειδῶν ζώων ὑποστάσεως αἴτιοι, καὶ ὁ μὲν ἑαυτὸν παράδειγμα προτείνει τοῖς πολλοῖς θεοῖς, οἱ δὲ μιμεῖσθαι λέγονται τὸν δημιουργικὸν νοῦν, καὶ ὁ μὲν αὐτὸν τὸν ὅλον κόσμον καὶ τὰ πληρώματα παράγειν εἴρηται τοῦ παντός, οἱ δὲ δανείζεσθαι μόρια τῶν τοῦ πατρὸς δημιουργημάτων εἰς τὴν τῶν οἰκείων ἔργων ἀπεργασίαν, καὶ ὁ μὲν ἀσώματοις πάσαις χρῆσθαι δυνάμεσιν, οἱ δὲ καὶ σωματικαῖς, καὶ ὁ μὲν ἀλύτων εἶναι δεσμῶν ὑποστάτης, οἱ δὲ λυτῶν, καὶ ὁ μὲν πρεσβυτέραν τῶν ἑνουμένων ἐνίστασθαι τὴν ἕνωσιν, οἱ δὲ ἐπεισοδιώδη καὶ ὑστερογενῆ ταύτην ἐπάγειν τοῖς ἐκ πολλῶν καὶ ἐναντίων συνεστῶσι, καὶ ὁ μὲν ἀμερίστως πάντα ποιεῖν, οἱ δὲ μετὰ διαιρέσεως εἰς μικροὺς καὶ ἀοράτους γόμφους τὴν ὑπόστασιν τῶν θνητῶν κατακερματίζοντες. τὴν μὲν οὖν διάκρισιν τῶν δύο δημιουργιῶν ἐκ τούτων ληπτέον. τὴν δὲ ἕνωσιν καὶ τὴν συναφὴν ἐκ τῶν ἐκκειμένων ῥημάτων θεατέον· ἐνταῦθα γὰρ συναφὴ γίνεται τῆς δευτέρας δημιουργίας πρὸς τὴν προτέραν καὶ τῆς ἐμφανοῦς ποιήσεως πρὸς τὴν ἄφανη καὶ τῆς διηρημένης πρὸς τὴν μοναδικήν. ἀνάγκη δὴ οὖν τὰ πεζότατα τῆς προτέρας καὶ ἀφανοῦς εἰς ταὐτὸν εἶναι ταῖς ἀρχαῖς τῆς δευτέρας· οὕτω γὰρ καὶ ὁ οὐρανὸς συνάπτει πρὸς τὴν γένεσιν, τῆς μὲν πεζοτάτης τῶν οὐρανίων ἀρχὴν μεταβολῆς ἐμφανίζουσης, τῆς δὲ ἄκροτάτης τῶν ὑπὸ σελήνην οὐσίας τῷ οὐρανῷ συγκινου-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
