# In Platonis Timaeum Commentaria 3.332.9

Proclus, In Platonis Timaeum Commentaria, 3.332.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.332.9

ὑπέστησεν, ὥσπερ δή φησι καὶ τὸ λόγιον [or. chald. 46]. ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42E 43A] ἡνωμένην αὐτοῦ καὶ ἄρρητον ταύτην διάθεσιν ἐκφαίνουσι, τὰ δεύτερα μέτρα τῆς ποιήσεως οὕτω παρ’ ἐκεῖνον κομίζονται. καὶ μὴν καὶ ὁ μὲν πατρικὴν ἔχειν ἀξίαν λέγεται, οἱ δὲ ἐκείνου προσαγορεύονται παῖδες ὡς ἂν τὴν γόνιμον ἐκείνου δύναμιν καὶ τὴν ἀγαθότητα τὴν ἐνιαίαν ἀποτυποῦμενοι, καὶ ὁ μὲν ὡς παραδιδὼν ἀπὸ ὑψηλοῦ τὰς ἀρχὰς τῆς δημιουργίας ἀνυμνεῖται, οἱ δὲ ὡς παραλαμβάνοντες ἀρχὴν ἀθάνατον συντελοῦσαν εἰς τὴν διακόσμησιν τῶν θνητῶν, καὶ ὁ μὲν τῆς τῶν ἰδίων ζῴων γονίας ἔχειν λέγεται τὴν πηγὴν, οἱ δὲ τῆς τῶν θνητοειδῶν ζῴων ὑποστάσεως αἴτιοι, καὶ ὁ μὲν ἑαυτὸν παράδειγμα προτείνει τοῖς πολλοῖς θεοῖς, οἱ δὲ μιμεῖσθαι λέγονται τὸν δημιουργικὸν νοῦν, καὶ ὁ μὲν αὐτὸν τὸν ὅλον κόσμον καὶ τὰ πληρώματα παρᾶγειν εἴρηται τοῦ παντός, οἱ δὲ δανείζεσθαι μόρια τῶν τοῦ πατρὸς δημιουργημάτων εἰς τὴν τῶν οἰκείων ἔργων ἀπεργασίαν, καὶ ὁ μὲν ἀσωμάτοις πάσαις χρήσθαι δυνάμεσιν, οἱ δὲ καὶ σωματικαῖς, καὶ ὁ μὲν ἀλύτων εἶναι δεσμῶν ὑποστάτης, οἱ δὲ λυτῶν, καὶ ὁ μὲν πρεσβυτέρων τῶν ἐνουμένων ἐνίστασθαι τὴν ἑνωσιν, οἱ δὲ ἐπεισοδιώδη καὶ ὕστερογενῆ ταύτην ἐπάγειν τοῖς ἐκ πολλῶν καὶ ἐναντίων συνεστῶσι, καὶ ὁ μὲν ἀμερίστως πάντα ποιεῖν, οἱ δὲ μετὰ διαιρέσεως εἰς μικροὺς καὶ ἀοράτους γόμφους τὴν ὑπόστασιν τῶν θνητῶν κατακερματίζοντες. τὴν μὲν οὖν διάκρισιν τῶν δύο δημιουργιῶν ἐκ τούτων ληπτέον. τὴν δὲ ἑνωσιν καὶ τὴν συναφὴν ἐκ τῶν ἐκκειμένων ὀημάτων θεατέον· ἐνταῦθα γὰρ συναφὴ γίνεται τῆς δευτέρας δημιουργίας πρὸς τὴν πρώτην καὶ τῆς ἐμφανοῦς ποιήσεως πρὸς τὴν ἀφανῆ καὶ τῆς διηρημένης πρὸς τὴν μοναδικήν. ἀνάγκη δὴ οὖν τὰ πεζότατα τῆς πρώτης καὶ ἀφανοῦς εἰς ταὐτὸν εἶναι ταῖς ἀρχαῖς τῆς δευτέρας· οὕτω γὰρ καὶ ὁ οὐρανὸς συνάπτεται πρὸς τὴν γένεσιν, τῆς μὲν πεζότητος τῶν οὐρανίων ἀρχὴν μεταβολῆς ἐμφανιζούσης, τῆς δὲ ἀκροτάτης τῶν ὑπὸ σελήνην οὐσίας τῷ οὐρανῷ συγχωνεύ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
