# In Platonis Timaeum Commentaria 3.334.1

Proclus, In Platonis Timaeum Commentaria, 3.334.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.334.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.334.1

E ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42E 43A] μένης. ἄνταῦθα τοίνυν ἡ λογικὴ ψυχὴ συνάπτεται πρὸς τὸ θνητὸν εἶδος τῆς ζωῆς, ἡ πεσοτάτη καὶ μερικωτάτη τῶν ἀπὸ τοῦ πατρὸς παρηγμένων πρὸς τὸ ἄκρότατον τῶν ὑπὸ τοῖς νέοις θεοῖς ἀπογεννημένων· παράγουσι γὰρ ὡς μὲν πατέρες τινὲς τὰς ζωάς, ὡς δὲ δημιουργοὶ τὰ σώματα, καὶ μιμοῦνται τὸν μὲν Ἥφαιστον τῇ σωματουργίᾳ, τὴν δὲ Ἥραν τῇ ζωοποιΐᾳ, δι’ ἀμφοῖν δὲ τὸν ὅλον δημιουργόν· καὶ γὰρ ὁ ποιητὴς οὗτος καὶ πατήρ. αὐτοὶ δὲ τὸ σῶμα πλάττουσιν ἀπὸ τῶν ὅλων δανειζόμενοι μόρια· πανταχοῦ γὰρ ἀπὸ τῶν ὁλοτήτων τοῖς μέρεσιν ἡ οὐσία, ἀλλ’ ὅταν μὲν αἱ ὁλότητες ὧσιν ἄσωματοι, μένουσιν ἀνελάττωτοι τῶν μερῶν ὁρισταμένων, ὅταν δὲ σωματικαί, τὰ μέρη γιγνόμενα ἀπ’ αὐτῶν ἐλαττοῦ τὰ ὅλα· διόπερ ἀεὶ μὲν ἀφαιρέσεως γιγνομένης, τῶν δὲ μερῶν ἀεὶ μενόντων οἴχῆσεται τὰ ὅλα, καὶ οὕτως οὐδὲ γένεσις ἔσται ἔτι καὶ τὰ ἔργα τῆς προτέρας δημιουργίας ἀφανῆ πάντα ἔσται διὰ τὴν δευτέραν, ὅ μηδὲ θέμις εἰπεῖν. ἐν’ οὖν μηδὲν τοιοῦτον ἐν τῷ παντὶ γένοιτο, τὰ συντεθέντα μέρη διαλύεται πάλιν καὶ ἀναπλοῦται εἰς τὰ ὅλα, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορὰ ἔστιν, ἡ δὲ ἄλλου φθορὰ γένεσις ἄλλου, ἵνα καὶ γένεσις ἀεὶ μένῃ καὶ φθορά· γενεσέως τε γὰρ μόνον οὕσης στήσεται ποτὲ ἡ γένεσις ἐκ πεπερασμένων γιγνομένη δαπανηθέντων ἐκείνων καὶ φθορᾶς μόν οὕσης στήσεται ἡ φθορὰ πάντων ἀπολομένων. εἰ ἄρα δεῖ εἶναι τὸ ἕτερον, ἔσται καὶ τὸ λοιπόν. πάντα ἄρα τὰ ἀπὸ τῆς δευτέρας δημιουργίας γιγνόμενα καὶ σύνθετά ἐστι καὶ λυτά, καὶ ἀπὸ χρόνου συστάντα καὶ ἐν χρόνῳ λύεται πάλιν. εἰκότως ἄρα οἱ νέοι θεοὶ δανείζονται μόρια τὰ πάλιν ἀποδοθησόμενα, δανείζονται δὲ παρὰ τοῦ πατρὸς (ὅ γὰρ δανείζονται, τὸ πῦρ ἐστι καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ) καὶ ἀποδιδόασιν πάλιν τῷ πατρί· βούλεται γοῦν ἐκεῖνος τὰ ὅλα διαμένειν, ὅπερ ἀπεγέννησε καὶ ἔταξεν αὐτός. ταῦτα μὲν οὖν περὶ τῆς συμπάσης εἰρήσθω τῶν νέων θεῶν δημιουρ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
