# In Platonis Timaeum Commentaria 3.34.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.34.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.34.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.34.1-2

μέτρον δ’ οὖν ὁ χρόνος τῶν κινήσεων, οὐχ ὡς τὸ ᾧ με-Dτροῦμεν (τοῦτο γὰρ ἡ ἔννοια δράς ἢ περὶ χρόνου καὶ οὐχ αὐτὸς ὁ χρόνος), ἀλλ’ ὡς ποιητικὸν καὶ ἀφοριστικὸν τοῦ εἶναι τῆς ζωῆς καὶ πάσης τῆς ἄλλης κινήσεως τῶν ἐν χρόνῳ πραγμάτων, καὶ ὡς κατὰ τὰ παραδείγματα μετρῶν αὐτὰ καὶ 5πρὸς ἐκεῖνα ἀφομοιῶν· ὡς γὰρ ἑαυτὸν ἀναφέρει πρὸς τὴν τοῦ αἰῶνος ὁμοίωσιν τοῦ περιέχοντος καὶ μετροῦντος τὰς παραδειγματικὰς αἰτίας, οὕτω καὶ τὰ ὑφ’ ἑαυτοῦ τελειούμενα κύκλῳ συνελισσόμενα πρὸς μίμησιν ἀναπέμπει σεμνοτέραν τῶν αἰωνίων ἀρχῶν. ἢ πῶς ἄρα τηλικοῦτος ὢν καὶ 10τοιοῦτος θεὸς μέτρον ἂν εἴη κινήσεως ὡς τὸ ᾧ μετροῦμεν ἢ τὸ ἀριθμητὸν τῆς τῶν ἐγκυκλίων σωμάτων κινήσεως ἢ ὅλης κινήσεως, ὥσπερ τισὶν ἔδοξε μήτε τῆς δυνάμεως αὐτοῦ συναισθανομένοις μήτε τῆς δημιουργικῆς ἐπὶ πάντα παρουσίας; ὅταν δὲ καὶ φθορᾶς αὐτὸν αἴτιον εἶναι λέγωσι 15μᾶλλον ἢ γενέσεως, καὶ λῆθης μᾶλλον ἢ σωτηρίας, καὶ τούτων κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὐτό, κομιδῇ τότε τοῖς καθεύδουσιν ἐοίκασι καὶ μὴθ’ ὅσα αὐτοὶ κατὰ τε σῶμα καὶ ψυχὴν ὑπὸ τοῦ χρόνου *** ἐπισκεπτομένοις, μὴθ’ ὅσα ὁ σύμπας οὐρανὸς καθ’ ὅλον ἑαυτὸν καὶ πᾶσα ἡ γένεσις 20ἀγαθὰ παρὰ τοῦ χρόνου καὶ διὰ τοῦ χρόνου κομίζονται Eλογίζεσθαι δυναμένοις. ἀλλ’ οὐχ οἱ θεουργοὶ ταῦτα φαῖεν ἂν, οἳ γε καὶ θεὸν αὐτὸν εἶναι φασὶ καὶ ἄγωγὴν αὐτοῦ παρέδοσαν ἡμῖν, δι’ ἧς εἰς αὐτοφάνειαν κινεῖν αὐτὸν δυνατόν, καὶ ὑμνοῦσι πρεσβύτερον καὶ νεώτερον καὶ κυκλοἑλικτον 25<τοῦτον> τὸν θεὸν καὶ αἰώνιον, οὐ μόνον ὡς αἰῶνος εἰκόνα, ἀλλὰ καὶ ὡς αὐτὸν αἰωνίως προειληφότα καὶ νοοῦντα τὸν σύμπαντα τῶν ἐν τῷ κόσμῳ κινουμένων ἅπαντων ἀριθμόν, καθ’ ὃν πάντα τὰ κινούμενα περιάγει καὶ ἀποκαθίστησι περιόδοις θάττοσιν ἢ βραδυτέραις, καὶ πρὸς τούτοις ἀπέ- 30

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
