# In Platonis Timaeum Commentaria 3.34.1

Proclus, In Platonis Timaeum Commentaria, 3.34.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.34.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.34.1

20 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] μέτρον δ’ οὖν ὁ χρόνος τῶν κινήσεων, οὐχ ὡς τὸ ᾧ με- D τρούμεν (τοῦτο γὰρ ἡ ἔννοια δρᾷ ἢ περὶ χρόνον καὶ οὐχ αὐτὸς ὁ χρόνος), ἀλλ’ ὡς ποιητικὸν καὶ ἀφοριστικὸν τοῦ εἶναι τῆς ζωῆς καὶ πάσης τῆς ἄλλης κινήσεως τῶν ἐν χρόνῳ πραγμάτων, καὶ ὡς κατὰ τὰ παραδείγματα μετροῦν αὐτὰ καὶ πρὸς ἐκεῖνα ἀφομοιῶν· ὡς γὰρ ἑαυτὸν ἀναφέρει πρὸς τὴν τοῦ αἰῶνος ὁμοίωσιν τοῦ περιέχοντος καὶ μετροῦντος τὰς παραδειγματικὰς αἰτίας, οὕτω καὶ τὰ ὑφ’ ἑαυτοῦ τελειούμενα κύκλῳ συνελισσόμενα πρὸς μίμησιν ἀναπέμπει σεμνοτέραν τῶν αἰωνίων ἀρχῶν. ἢ πῶς ἄρα τηλικούτος ὄν καὶ τοιούτος θεὸς μέτρον ἂν εἴη κινήσεως ὡς τὸ ᾧ μετρούμεν ἢ τὸ ἀριθμητὸν τῆς τῶν ἐγκυκλίων σωμάτων κινήσεως ἢ ὅλας κινήσεως, ὥσπερ τισὶν ἐδόξε μήτε τῆς δυνάμεως αὐτοῦ συναισθανομένοις μήτε τῆς δημιουργικῆς ἐπὶ πάντα παρουσίας; ὅταν δὲ καὶ φθορᾶς αὐτὸν αἴτιον εἶναι λέγωσι μᾶλλον ἢ γενέσεως, καὶ λῆθης μᾶλλον ἢ σωτηρίας, καὶ τούτων κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὐτό, κομιδῇ τότε τοῖς καθεύδουσιν ἐοίκασιν καὶ μὴθ’ ὅσα αὐτοὶ κατὰ τε σῶμα καὶ ψυχὴν ὑπὸ τοῦ χρόνου *** ἐπισκεπτομένοις, μὴθ’ ὅσα ὁ σύμπας οὐρανὸς καθ’ ὅλον ἑαυτὸν καὶ πᾶσα ἡ γένεσις ἀγαθὰ παρὰ τοῦ χρόνου καὶ διὰ τοῦ χρόνου κομίζονται E λογίζεσθαι δυναμένοις. ἀλλ’ οὐχ οἱ θεουργοὶ ταῦτα φαίεν ἂν, οἳ γε καὶ θεὸν αὐτὸν εἶναι φασὶ καὶ ἀρχὴν αὐτοῦ παρέδωσαν ἡμῖν, δι’ ἧς εἰς αὐτοφάνειαν κινεῖν αὐτὸν δυνατόν, καὶ ὑμνοῦσι πρεσβύτερον καὶ νεώτερον καὶ κυκλοῦλικτον τὸν θεὸν καὶ αἰώνιον, οὐ μόνον ὡς αἰῶνος εἰκόνα, ἀλλὰ καὶ ὡς αὐτὸν αἰωνίας προειληφότα καὶ νοοῦντα τὸν σύμπαντα τῶν ἐν τῷ κόσμῳ κινουμένων ἀπάντων ἀριθμόν, καθ’ ὃν πάντα τὰ κινούμενα περιάγει καὶ ἀποκαθίστησι περιόδοις θάττοσιν ἢ βραδυτέραις, καὶ πρὸς τούτοις ἀπέ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
