# In Platonis Timaeum Commentaria 3.342.1

Proclus, In Platonis Timaeum Commentaria, 3.342.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.342.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.342.1

θεοὶ λέγουσι, καὶ τὰ σκολιὰ ῥεῖθρα, ὧν οἱ πολλοὶ κατασύρονται, ὡς τὰ λόγια [or. chald. 63] φησιν. ἡ δὲ ‘ἔνδεσις’ τὴν συμπεποδισμένην ζωήν καὶ τὴν ἐπὶ τὸ ἔσχατον ἀφικομένην ἐμφαίνει· τὸ τε γὰρ δεδεμένον κωλύεται προῖέναι καὶ τὸ προῖέναι μηκέτι δυνάμενον ἐν τῷ τέλει τῆς ἑαυτοῦ γέγονε κινήσεως, ἡ δὲ ψυχὴ τῷ σώματι κοινωνήσασα τὰς ἑαυτῆς δυνάμεις τέλος ἔχει τῆς καθόδου. τὸ δὲ ‘πολὺ’ τὴν πεπληθυσμένην τῆς γενέσεως καὶ τὴν πᾶντη μεριστὴν ἐνδείκνυται δοήν. τὸ δὲ ‘μήτε κρατεῖν μήτε κρατεῖσθαι’ τὸ τῶν συνελθόντων ἑκάτερον σῴζειν καὶ τὴν ἑαυτοῦ φύσιν· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν κεκραμένων κατὰ σύμφθαρσιν γέγονεν ἡ τῆς ψυχῆς καὶ τοῦ σώματος σύνοδος· οὔτε γὰρ τὸ σῶμα μεθίσταται πρὸς τὴν τῆς ψυχῆς οὐσίαν οὔτε ἡ ψυχὴ πρὸς τὴν ἰδιότητα τοῦ σώματος· οὔτερον γὰρ ἑαυτῷ τὸ λοιπὸν ἔξομοιοῖ. οὐτ’ οὖν κρατεῖται ἡ ψυχὴ παρὰ τοῦ σώματος (οὐ γὰρ γίνεται ἄψυχος), οὔτε κρατεῖ τοῦ σώματος (οὐ γὰρ ποιεῖ αὐτὸ ἄσῶματον). ἄλλως δὲ κρατεῖ μὲν ὡς συνέχουσα αὐτό, κρατεῖται δὲ ὡς παραποδιζομένη κατὰ τὴν νόησιν. ὁ δὲ γε Πλάτων μᾶλλον ἀπέφησεν ἑκάτερον ἢ κατέφησεν, ἵνα καὶ τὴν ἰδιότητα ἐν τῇ κοινωνίᾳ καὶ τὸ ἄμικτον αὐτῶν ἐν τῇ μίξει νοήσωμεν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
