# In Platonis Timaeum Commentaria 3.344.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.344.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.344.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.344.1-2

τὸν ἀριθμὸν ποιεῖ τῶν τοῦ θνητοῦ ζῷου κινήσεων· ἀνάγκη μὲν γὰρ τριτὴν εἶναι μόνον διάστασιν, ὅτι λόγος ἐστὶν ἐκ τοῦ ἀμεροῦς προελθὼν εἰς ὕλην καὶ μορφώσας αὐτήν, καὶ ἔστι τὸ μὲν ἀμερὲς μοναδικόν, τὸ δὲ τῆς προόδου δυαδικόν, τὸ δὲ τῆς μορφῆς τριαδικόν· ἐπιστραφὲν γὰρ τὸ προελθὸν ὅρον ἔχει καὶ μορφήν. ἀνάγκη δὲ καὶ ἐναντίωσιν εἶναι ἐν αὐτοῖς κατὰ τὴν θέσιν· πάσης γὰρ εὐθείας τὰ πέρατα ἀλλήλους ἀντίκειται. καὶ τῶν τριῶν ἄρα διαστάσεων ἀντίθεσεις ἔσται κατὰ τὰ πέρατα, τὸ ἄνω, τὸ κάτω, τὸ δεξιὰ, τὸ ἀριστερά, τὸ πρόσθεν, τὸ ὀπίσθεν. ἡ ἄρα συμπλοκὴ τῆς ἐναντιώσεως πρὸς τὴν τριάδα τῶν διαστάσεων ἀποτελεῖ τὰς ἕξ κινήσεις, καὶ ἔστιν οὕτος ὁ ἀριθμὸς οἰκεῖος ἐψυχωμένῳ σώματι· κατὰ γὰρ τοὺς Πυθαγορείους στιγμὴ μὲν ἀνὰ λόγον μονάς, γραμμὴ δὲ δυάς, ἐπίπεδον δὲ τριάς, σώματι δὲ τετράς, πεποιημένῳ δὲ σώματι πεμπτάς, ἐψυχωμένῳ δὲ ἕξας. οἰκείως ἄρα τῶν θνητῶν ζῴων, οἷς ἐκ τοῦ ἀποίου καὶ ἀνειδέου προῆλθεν ἡ γένεσις, οὕτος ἀποδίδεται τῶν κινήσεων ὁ ἀριθμός. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ μὲν ζῷα τοσαύτας ἔχει κινήσεις, τὰ δὲ ἄψυχα μίαν, οἷον βῶλος μὲν τὴν ἐπὶ τὸ κάτω, φλὸξ δὲ τὴν ἐναντίαν· εἰ γὰρ ἐθέλοιμεν σκοπεῖν, ὁψόμεθα πολλαχοῦ τὰ μὲν ἄκρα τῶν μέσων ἀπλουστερα, τὰ δὲ μέσα ποικιλώτερα· οἷον καὶ τοῦ σώματος ἁπλουστέραν ὁρῶμεν καὶ τὴν φύσιν καὶ τὴν ὕλην, καὶ τῆς ψυχῆς τῆς λογικῆς τὴν τε ἄλογον ζωήν καὶ τὸν νοῦν. ἀλλ’ ὁ μὲν νοῦς κατὰ τὸ κρεῖττον ἀπλούστερος, ἡ δὲ ἀλογία κατὰ τὸ χεῖρον· ἀπροαιρέτως γὰρ ζῇ καὶ κατὰ φύσιν. εἰ τοίνυν καὶ ἐπὶ τῶν κινήσεων ὁρῶμεν τὰ τε θεῖα ζῷα κίνησιν ἁπλουστέραν ἔχοντα καὶ τὰ ἄψυχα σώματα, τὰ δὲ μέσα πολυπλανῆ τε ὄντα καὶ πολυειδῶς φερόμενα, τί θαυμαστόν; ἔστι γὰρ ἡ μὲν ἀπλότης τῆς θείας κινήσεως κρείττων τῆς ἐν τοῖς θνητοῖς ποικιλίας, ἡ δὲ τῶν ἄψυχῶν ἀπλότης χειρόνων, ὥσπερ καὶ κατὰ τὴν οὐσίαν τὰ μὲν θεῖα σώματα ἁπλᾶ κατὰ τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
