# In Platonis Timaeum Commentaria 3.345.4

Proclus, In Platonis Timaeum Commentaria, 3.345.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.345.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.345.4

Πόθεν καὶ ἀπὸ ποίων αἰτίων ἡ ψυχὴ θορυβεῖται καὶ ταράττεται διαφερόντως ἐν τοῖς νεογόνοις ζῴοις, ἐν τούτοις ὁ φιλόσοφος παραδίδωσιν, εἰς δύο ταύτας αἰτίας ἀνάγων τὸν σύμπαντα τοῦτον θόρυβον, εἰς τε τὴν θρεπτικὴν καὶ εἰς τὴν αἰσθητικὴν ζωήν. ταῦτα δέ ἐστι τό τε ὀρεκτικὸν καὶ τὸ γνωστικὸν τῆς ἀλογίας πάσης, εἰς ἃ καὶ διαιρεῖν εἴωθαμεν πάσας τὰς δυνάμεις τῆς ψυχῆς, τὰς μὲν ζωτικὰς εἶναι λέγοντες, τὰς δὲ γνωστικάς· ἡ μὲν γὰρ δύνασα κατὰ τῶν σωμάτων πολλὴν ἐν αὐτοῖς ἀπεργάζεται δύσιν, διὰ μὲν τὴν ὑγρότητα αὐτῶν τὴν ἔνυλον ἀπόρροιαν ἐκπέμπουσα πολλήν, διὰ δὲ τὴν θερμότητα τὴν ζωοποιὸν ἐπιρρεόντων ἄλλων δεομένη. ἡ δὲ πάσχουσα ὑπὸ τῶν ἐξωθεν προσπιπτόντων σωμάτων, πυρὸς γῆς ἀέρος ὕδατος, καὶ πάντα μεγάλα νομίζουσα τὰ πάθη διὰ τὴν εὐτέλειαν τοῦ ζῴου θόρυβον παρέχει τῇ ψυχῇ· τοῖς μὲν γὰρ ἤδη προελθοῦσι κατὰ τὴν ἡλικίαν εἰωθότα πάντα ταῦτα γίνεται, τοῖς δὲ νεογνοῖς καὶ τὰ σμικρότατα διὰ τὸ ἄθδες ἐκπλήξεως αἴτια γίνεται· ὁ γὰρ ἐστὶ τοῖς τελειοτέροις ἐκπύρωσις, τοῦτο ἐκείνοις ἡ θρυαλλίς, καὶ ὅπερ αὐ ἐκείνοις ὄρων ἀμηχάνων μέγεθος, τοῦτο τοῖς παιδίοις ἀρκεῖ γενέσθαι καὶ τῶν λίθων ὁ σμικρότατος· ἀρκεῖ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
