# In Platonis Timaeum Commentaria 3.345.9

Proclus, In Platonis Timaeum Commentaria, 3.345.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.345.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.345.9

ἐξωθεν ἀλλοτρίῳ περιτυχὼν ἢ καὶ στερεῷ γῆς 330 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43BC] γὰρ λυπῆσαι καὶ οὗτος καὶ εἰς κλαυθμὸν ἐκκαλέσασθαι καλίων αὐτὰ τῆς ἐνεργείας. καὶ ὁ τοῖς ἑτέροις Τυφώνειαι πνεύματα καὶ ὑδάτων ἀπ’ οὐρανοῦ ρεύματα, τοῦτο τοῖς νηπίοις καὶ βραχεῖαι τοῦ ἀέρος κινήσεις ἢ δι’ ὑγρότητα σμικρὰν ὀλισθὸς· ἀπὸ πάντων γὰρ τούτων ἡ αἴσθησις πληττομένη τὴν ψυχὴν τῶν νεογενῶν ἐκπλήττει καὶ εἰς ἀμηχανίαν ἄγει καὶ θόρυβον. ταῦτα μὲν οὖν τὰ αἴτια τῶν τῶν ψυχῶν ταραχῆς, ὡς συντόμως εἰπεῖν, ἢ τε τοῦ θρεπτικοῦ κίνησις καὶ αἱ τῆς αἰσθήσεως πληγαί. καὶ οὐ διὰ ταῦτα πάσχειν τι τὴν ψυχὴν οἰκτεῖον· ὥσπερ γὰρ εἴ τις ἐπὶ τινὸς ἀκητῆς ἐστώς εἴδωλον ἑαυτοῦ καὶ μορφὴν ἐν ποταμῷ φερομένῳ δεικνύοι, καὶ αὐτὸς μὲν ἄτρεπτον φυλάττοι τὸ πρόσωπον, τὸ δὲ ρεῦμα κινούμενον παντοίως μεταβάλλοι τὸ εἴδωλον, ὥστε ἄλλοτε ἄλλοιὸν αὐτὸ δεικνύναι πλάγιόν τε καὶ ὀρθόν, εἰ τύχοι, καὶ διεσπασμένον καὶ συνεχές, καὶ τοῦτο ὁρῶν ἐκεῖνος ἑαυτὸν δι’ ἀήθειαν τοῦ πάθους οἴοιτο ὁρᾶν πάσχοντα, τὴν ἑαυτοῦ θεάμενος ἐν τοῖς ὕδασι σκιάν, καὶ τοῦτο οἴόμενος ἀλγῦνοιτο καὶ θορυβοῖτο καὶ ἐκπλήττοιτο καὶ κωλοῦ, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τὸ ἑαυτῆς εἴδωλον ἐν τῷ σώματι καθορῶσα φερόμενον ἐν τῷ ποταμῷ τῆς γενέσεως καὶ ἄλλοτε ἄλλοιῶς διατιθέμενον ὑπὸ τε τῶν ἐνδοθεν παθῶν καὶ τῶν ἐξωθεν προσπιπτόντων αὐτῇ μὲν ἀπαθὴς ἐστιν, οἴεται δὲ πάσχειν, ἑαυτὴν ἀγνοοῦσα καὶ εἴδωλον αὐτῆς ἑαυτὴν εἶναι νομίζουσα τεθορύβηται τε καὶ ἐκπέπληκται καὶ ἐν ἀπώρᾳ ἐστὶ. τοῦτο δὴ τὸ πάθος διαφερόντως μὲν ἐν τοῖς νεογνοῖς ἐστὶ παισί, προφαίνεται δὲ καὶ ἐν τοῖς ἤδη γενομένοις ἐν ἡλικίᾳ κατὰ τοὺς ὄνειρους, οἷον ὅταν τῆς φύσεως καμνούσης ἐν ταῖς πέψεισι τῶν σιτίων οἴηται τις ὄναρ κάμνειν ὁδοιπορῶν ἢ ἄχθη φέρειν ἢ ἄλλο τι τοιοῦτο πάσχειν. καὶ δυνατόν ἀπὸ τούτων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
