# In Platonis Timaeum Commentaria 3.346.1

Proclus, In Platonis Timaeum Commentaria, 3.346.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.346.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.346.1

γὰρ λυπῆσαι καὶ οὗτος καὶ εἰς κλαυθμὸν ἐκκαλέσασθαι κωλύων αὐτὰ τῆς ἐνεργείας. καὶ ὁ τοῖς ἑτέροις Τυφώνεια πνεύματα καὶ ὑδάτων ἀπ’ οὐρανοῦ ῥέματα, τοῦτο τοῖς νηπίοις καὶ βραχεῖα τοῦ ἀέρος κίνησις ἢ δι’ ὑγρότητα σμικρὰν ὀλισθος· ἀπὸ πάντων γὰρ τούτων ἡ αἴσθησις πληττομένη τὴν ψυχὴν τῶν νεογενῶν ἐκπλήττει καὶ εἰς ἄμηχανίαν ἄγει καὶ θόρυβον. ταῦτα μὲν οὖν τὰ αἴτια τῆς τῶν ψυχῶν ταραχῆς, ὡς συντόμως εἰπεῖν, ἢ τε τοῦ θρεπτικοῦ κίνησις καὶ αἱ τῆς αἰσθήσεως πληγαί. καὶ οὐ διὰ ταῦτα πάσχειν τι τὴν ψυχὴν οἴητέον· ὥσπερ γὰρ εἰ τις ἐπὶ τινος ἀκτῆς ἐστὼς εἴδωλον ἑαυτοῦ καὶ μορφὴν ἐν ποταμῷ φερομένῳ δεικνύοι, καὶ αὐτὸς μὲν ἄτρεπτον φυλάττοι τὸ πρόσωπον, τὸ δὲ ῥεῦμα κινοῦμενον παντοίως μεταβάλλοι τὸ εἴδωλον, ὥστε ἄλλοτε ἄλλοιόν αὐτὸ δεικνύναι πλάγιόν τε καὶ ὀρθόν, εἰ τύχοι, καὶ διεσπασμένον καὶ συνεχές, καὶ τοῦτο ὁρῶν ἐκεῖνος ἑαυτὸν δι’ ἀήθειαν τοῦ πάθους οἴοιτο ὁρᾶν πάσχοντα, τὴν ἑαυτοῦ θεώμενος ἐν τοῖς ὕδασι σκιάν, καὶ τοῦτο οἴόμενος ἀλγύνοιτο καὶ θορυβοῖτο καὶ ἐκπλήττοιτο καὶ κωλύοι<το>, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τὸ ἑαυτῆς εἴδωλον ἐν τῷ σώματι καθορῶσα φερόμενον ἐν τῷ ποταμῷ τῆς γενέσεως καὶ ἄλλοτε ἄλλοιῶς διατιθέμενον ὑπὸ τε τῶν ἐνδοθεν παθῶν καὶ τῶν ἐξωθεν προσπιπτόντων αὐτὴ μὲν ἄπαθὴς ἐστιν, οἴεται δὲ πάσχειν, ἑαυτὴν ἄγνοοῦσα καὶ εἴδωλον αὐτῆς ἑαυτὴν εἶναι νομίζουσα τεθορύβηταί τε καὶ ἐκπέπληκται καὶ ἐν ἀπόρᾳ ἐστί. τοῦτο δὴ τὸ πάθος διαφερόντως μὲν ἐν τοῖς νεογνοῖς ἐστὶ παισὶ, προφαίνεται δὲ καὶ ἐν τοῖς ἤδη γενομένοις ἐν ἡλικίᾳ κατὰ τοὺς ὄνειρους, οἷον ὅταν τῆς φύσεως καμνούσης ἐν ταῖς πέψεσι τῶν σιτίων οἴηταί τις ὄναρ κάμνειν ὀδοιπορῶν ἢ ἄχθη φέρειν ἢ ἄλλο τι τοιοῦτο πάσχειν. καὶ δυνατόν ἀπὸ τούτων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
