# In Platonis Timaeum Commentaria 3.348.1

Proclus, In Platonis Timaeum Commentaria, 3.348.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.348.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.348.1

γῶρος λόγος ἀπὸ τῆς γραμματικῆς παρατηρήσεως· εἰ δὲ τὰς συμμιγεῖς ἀπὸ τε τούτων καὶ τοῦ πάθους, ἴσως ἂν ἔχοι τὸ λεγόμενον καὶ τὴν τῶν παλαιῶν χρῆσιν μαρτυροῦσαν· ἡ γὰρ αἴσθησις τετρασυλλάβως αἴσθησίς τις ἐστίν· ὁ δ’ ἔβραχε θυμὸν αἰσθων, φησὶν Ὅμηρος [Π 468]. εἴη δ’ ἂν καὶ παρὰ τὸ αἰσσεῖν ἅμα καὶ τὴν θέσιν τὸ ὄνομα ἡ αἴσθησις, τῶν αἰσθητῶν κινουμένων μὲν ἔξωθεν, ἐντιθεμένων δὲ τοῖς αἰσθητηρίοις· διὰ τοῦ σώματος γὰρ αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φέρονται καὶ ποιοῦσι τὰς αἰσθήσεις, ὡς εἶπεν αὐτὸς [def. 414C]. εἰκῶς ἄρα οἱ τε πρῶτοι συννοήσαντες τὸ πάθος καὶ εἰ μὴ καθάπαξ, ἀλλ’ ἐν γε τῇ περιόδῳ ταύτῃ τὰς αἰσθήσεις οὕτως ὤνόμασαν καὶ οἱ νῦν ἐτι προσαγορεύουσιν ὁμοίως, γνόντες τὴν ἐν αὐταῖς συμπλοκὴν τοῦ τε πάθους καὶ τῆς κρίσεως ἢ τῆς κινήσεως καὶ τῆς θέσεως· ἡ μὲν γὰρ αὐτῆς μόνης τῆς ψυχῆς κίνησις ἄπαθής, ἡ δὲ ἀπὸ τοῦ σώματος εἰς τὴν ψυχὴν διιοῦσα μετὰ πάθους.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
