# In Platonis Timaeum Commentaria 3.349.1

Proclus, In Platonis Timaeum Commentaria, 3.349.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.349.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.349.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43CD] οὐτος τοῦ ὅλου ποταμοῦ τῆς γενέσεως, πολλοῦ δή τινος ὄντος, ὡς εἴρηται πρότερον [43A]. μετὰ ταύτης δ’ οὖν ἐκταράττει καὶ θορυβεῖ τὰς περιόδους τῆς ἀθανάτου ψυχῆς καὶ πεδᾶ μὲν τὴν ταύτου, διασείει δὲ τὴν ἑτέραν· διπτῶν γὰρ ὄντων ἐν αὐτῇ κύκλον κατὰ μίμησιν τῶν θείων ψυχῶν ὁ μὲν τῶν νοητῶν θεατής, ὅς ἐστιν ὁ διανοητικός, ἐπέχεται μόνον τῆς ἐνεργείας διαστροφὴν οὐδεμίαν ὑπομένων, ὁ δὲ δοξαστικὸς καὶ διαστρέφεται, καὶ εἰκῶς· δοξάζειν μὲν γὰρ ἐστὶ μὴ ὀρθῶς, ἐπίστασθαι δὲ ἐφευσμένως οὐκ ἔστιν. εἰ δὲ λέγῃ τις, ὅτι τὸ διανοητικὸν ἀμαθαίνει διπλῇ, τὸ δὲ τοῦτο πᾶσχον διεστρόφεται, μανθανέτω παρ’ ἡμῶν, ὅτι ἡ διπλῇ ἀμαθία οὐκ ἐστὶν ἀπλῶς τῆς διανοίας, ἀλλ’ ἄρχεται μὲν ἐκεῖθεν, ἐμφύεται δὲ εἰς τὸ δοξαστικόν· καθ’ ὅσον μὲν γὰρ ἀμαθία ἐστὶ καὶ στέρησις ἐπιστήμης, κατὰ τοσοῦτον ἀκινησία οὖσα τοῦ ἐπιστημονικοῦ ἀπὸ διανοίας ὤρμηται (περὶ ὃ γὰρ ἡ ἐπιστήμη, περὶ τοῦτο καὶ ἡ ἀμαθία), καθ’ ὅσον δὲ προστίθησι καὶ τὴν οἴησιν τῆς γνώσεως, ἐν τῷ δοξαστικῷ ἐστὶ (τὸ γὰρ οἴομενον τοῦτό ἐστι). καὶ ἡ μὲν ἀμαθία τῆς διανοίας ἐστὶν ἀορίᾳ μόνον πεπεδημένης καὶ τοὺς λόγους ἐπικρυπτούσης, ἡ δὲ οἴησις τῆς δόξης διαστροφὴ τις οὖσα αὐτῆς· ψευδὴς γὰρ ἐστὶ καὶ διαλαβάται τὸ ἔχον αὐτήν· ὡς γὰρ ἐν πράξει τὸ κακόν, οὕτως ἐν γνώσει τὸ ψεῦδος. ἡ μὲν ταύτου περίοδος ἄρα πεπέδηται μόνον καὶ ἔοικε τοῖς δεσμοῖσι μὲν καὶ διὰ τοῦτο κωλυομένοις ἐνεργεῖν, μένουσι δὲ καὶ ἐν τοῖς δεδεμένοις ἀδιαστόροισ. ἡ δὲ ἑτέρου διασδέεσθαι ψευδῶν ἀναπλησθεῖσα δογμάτων· ἡ γὰρ πρὸς τὴν ἀλογίαν γειτνίασις ποιεῖ καὶ αὐτὴν εἰσδέχεσθαι τι πάθος ἀπὸ τῶν ἐκτὸς. ἀπὸ δὲ τούτων ὁρμώμενοι παρορμιασόμεθ᾿ πρὸς Πλωτῖνον καὶ τὸν μέγαν Θεόδωρον ἀπαθὲς τι φυλάττοντας ἐν ἡμῖν καὶ ἀεὶ νοοῦν· δύο γὰρ κύκλους μόνον εἰς τὴν οὐσίαν τῆς ψυχῆς παρα-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
