# In Platonis Timaeum Commentaria 3.35.4

Proclus, In Platonis Timaeum Commentaria, 3.35.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.35.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.35.4

πάσῃ 26 τὴν τοῦ χρόνου scil. οὐσίαν ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37 D] B αὐτὰ ἀφορῶν τὰ πράγματα φαίης ἂν, ὡς εἰ ἐγέννα τὸν χρόνον ἡ ψυχή, οὐκ ἂν οὕτω μετείχεν αὐτοῦ, ὡς τελειου-μένη ὑπ’ αὐτοῦ· ὅτι γὰρ τελειοῦται ὑπ’ αὐτοῦ καὶ μετρεῖται κατὰ γε τὰς ἐνεργείας, οὐκ ἀσαφές, ἐπεὶ καὶ πᾶν, ὁ μὴ ἀθρόως καὶ ἤδη καὶ ὁμοῦ τὸ πᾶν ἔχει τῆς ἐνεργείας, δεῖται τοῦ χρόνου πρὸς τελείωσιν καὶ ἀποκατάστασιν, δι’ οὗ συλ-λέγει πᾶν τὸ οἰκεῖον ἀγαθόν, ὁ ἀμερίστως καὶ ἀχρόνως χωρεῖν οὐκ ἠδύνατο· δύο γάρ, ὡς καὶ ἤδη προεῖρηται [p. 17, 23], ταῦτα μέτρα τῆς τε διαμονῆς καὶ τῆς τελειότητός ἐστι τῶν ὄντων, αἰὼν καὶ χρόνος, ὁ μὲν τῶν νοητῶν ἐνάνδιον περίο-χὴ μία καὶ ἀπλήθυντος ὢν, ὁ δὲ τῶν ἐκείθεν προελθόν-των τῆς ἀδιότιπτος ἢ τῆς ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον διαμονῆς ὄρος ὢν καὶ μέτρον δημιουργικόν. εἰ μὲν οὖν καὶ ἡ ψυχὴ κατὰ ταῦτά τῷ νῷ καὶ τοῖς θεοῖς ἐπιβολὴ μιᾷ καὶ ἀεὶ τῇ αὐτῇ πᾶν ἥρει τὸ ἑαυτῆς γνωστὸν ἀμεταστάτως νοοῦσα, χρόνον μὲν ἐγέννησεν ἂν ἴσως, χρόνον δὲ πρὸς τὸ ἑαυτῆς τέλος οὐκ ἂν ἐδεήθη. ἐπειδὴ δὲ μεταβατικῶς νοεῖ καὶ ἀποκαταστατικῶς, ἢ μὲν τις ὅλον δεῖται τοῦ χρόνου, ἢ δὲ μορίων γέ τινος χρονικοῦ τοῦ αὐτῇ πρὸς τε τὰς νοεράς καὶ τὰς γενεσιουργοὺς ἀρχέδοντος ζωάς. οὐδὲν δὲ ὅλως αἴτιον τοῦ ἑαυτοῦ δεῖται γεννήματος πρὸς τελείωσιν ἑαυτοῦ· εἰ γὰρ ἂν οὕτω καὶ τέλειον καὶ ἀτελές, πρὶν ὑπο-στήσῃ τὸ δεύτερον· τέλειον μὲν, ἵνα καὶ γεννησῇ, ἐπεὶ μη-δὲν ἀτελὲς ἄλλου γεννητικόν· ἀτελὲς δέ, ὅτι μηδέπω μετέσχε τοῦ τελειοῦντος αὐτό. καὶ καθάπαξ δὲ ἄτοπον τῶν ἀπ’ αὐτῶν προελθόντων λέγειν δεῖσθαι τὰ αἴτια. μέγιστον μὲν οὖν τοῦτό σοι τεκμήριον ἔστω τοῦ τὸν χρόνον μὴ εἶναι γέννημα τῆς ψυχῆς, ἀλλ’ ὑπὸ πρώτης αὐτῆς μετέχεσθαι.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
