# In Platonis Timaeum Commentaria 3.350.2

Proclus, In Platonis Timaeum Commentaria, 3.350.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.350.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.350.2

λαβὼν ὁ Πλάτων τὸν μὲν ἐπέδησε, τὸν δὲ διέσεισεν, οὐδὲ τὸν πεπεδημένον οὔτε τὸν διασεισισμένον ἐνεργεῖν νοερώς δυνατόν. ὁρθῶς ἄρα καὶ ὁ Θεῖος Ἰάμβλιχος διαγωνίζεται πρὸς τοὺς ταῦτα οἰομένους· τί γὰρ τὸ ἀμαρτάνον ἐν ἡμῖν, ὅταν τῆς ἀλογίας κινησάσης πρὸς ἀκόλαστον φαντασίαν ἐπιδράψωμεν; ἄρ’ οὖχ ἡ προαίρεσις; καὶ πῶς οὐχ αὐτή; κατὰ γὰρ ταύτην διαφέρομεν τῶν φαντασθέντων προσηκῶς. εἰ δὲ προαίρεσις ἀμαρτάνει, πῶς ἀναμάρτητος ἡ ψυχή; τί δὲ τὸ ποιοῦν εὐδαίμονα τὴν ὅλην ἡμῶν ζωήν; ἄρ’ οὐ τὸ τὸν λόγον σχεῖν τὴν οἰκείαν ἀρετήν; πάντως δήπου φήσομεν. εἰ δὲ ὅταν τὸ ἐν ἡμῖν κράτιστον τέλειον ᾖ, καὶ τὸ ὅλον ἡμῶν εὐδαίμων, τί κωλύει καὶ νῦν ἡμᾶς εὐδαίμονας εἶναι ἀνθρώπους ἅπαντας, εἰ τὸ ἀκρότατον ἡμῶν ἀεὶ νοεῖ καὶ ἀεὶ πρὸς τοὺς θεοὺς ἐστίν; εἰ μὲν γὰρ ὁ νοῦς τοῦτο, οὐδὲν πρὸς τὴν ψυχήν· εἰ δὲ μόριον ψυχῆς, εὐδαίμων καὶ ἡ λοιπή. τίς δὲ ὁ ἡγίχος τῆς ψυχῆς; ἄρ’ οὐ τὸ χαρίστατον ἡμῶν καὶ ὡς ἂν εἴποι τις κεφαλαιωδέστατον; καὶ πῶς οὐ τοῦτο ῥητέον, εἴπερ οὕτως ἐστὶν ὁ πᾶσαν ἡμῶν διακυβερνῶν τὴν οὐσίαν καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν ὑπερουράνιον τόπον ὁρῶν καὶ πρὸς τὸν μέγαν ἡγεμόνα τῶν θεῶν ὁμοιούμενος, ἄρμα πτηνὸν ἐλαύνοντα καὶ πρῶτον ἡγίχον ἐν οὐρανῷ πορευόμενον; εἰ δὲ τὸ ἐν ἡμῖν ἀκρότατον ὁ ἡνίοχος, οὕτως δέ, ὡς ἐν Φαίδρῳ [248Ass] λέγεται, ποτὲ μὲν μετέωρος φέρεται αἴρει τὴν κεφαλὴν εἰς τὸν ἕξω τόπον, ποτὲ δὲ δύνει καὶ τὴν ἑαυτοῦ χωλείας καὶ πτερογνήσεως..., δῆλον τὸ ἐκ τούτων συμβαῖνον, ὅτι τὸ ἐν ἡμῖν ἀκρότατον ἄλλοτε ἄλλως ἔχειν ἀναγκαῖον. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις ὑπέμνηται διὰ πλειόνων. εἰ δ’ ἐστὶν ἀλη-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
