# In Platonis Timaeum Commentaria 3.351.2

Proclus, In Platonis Timaeum Commentaria, 3.351.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.351.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.351.2

θῆ ταῦτα, καὶ τὸ ἄρχουσαν καὶ ἰοῦσαν πεδηθῆναι τὴν F ταυτοῦ περιόδον εἰκῶτος εἴρηται· διττὴν γὰρ ἔχουσα τελειότητα, πρακτικὴν καὶ θεωρητικὴν, ἑκατέρας ἀφήρηται· οὔτε γὰρ ἄρχειν δύναται τῶν ὑποκειμένων διὰ τὴν ἄστατον αὐτῶν 5 φορὰν οὔτε εἶναι, τοῦτο δὲ ἐστι νοεῖν· ἐνέργεια γὰρ περιόδου τὸ εἶναι καὶ τῆς διανοητικῆς τὸ διανοητικῶς . αἱ δ’ οὖν αἰσθήσεις πλήττουσαι αὐτὴν καὶ ἐναντία φέουσαι ὡς ἐξωθεν εἰσω φερόμεναι παραποδίζουσι τὴν νοητήν. παρήγεται οὖν ἀμφοῖν ἡ ταυτοῦ περίοδος, καὶ πράξεως 10 καὶ θεωρίας. τί οὖν; φαῖη τις ἂν· ἀκίνητός ἐστι; καὶ πῶς 342 ἡ ψυχὴ ἀκίνητος, ἢ κινεῖται μὲν καὶ ὑφ’ ἑαυτῆς, κίνησιν δὲ οὔτε σωματικὴν (ἀσώματος γὰρ ἐστιν), οὔτε φανταστικὴν (ἀσχημάτιστος γὰρ ἐστιν), οὔτε γνωστικὴν (ἄγνοεῖ γὰρ ἑαυτήν), ἀλλὰ τὴν κατ’ οὐσίαν ζωτικὴν; ὡς γὰρ νοῦ τὸ νοεῖν 15 ἐνέργεια καὶ τοῦ ὄντος τὸ εἶναι, τοῦτον τὸν τρόπον καὶ ζωῆς ἐνέργεια τὸ ζῆν· οὐ γὰρ ἐπίκτητον ἔχει τὸ ζῆν, ἀλλ’ ἐφ’ ἑαυτῆς· ζωὴ γὰρ ἐστιν ἑαυτὴν γεννώσα καὶ ἑαυτὴν παράγουσα. ζωὴ δὲ πᾶσα κίνησις. ὥστ’ εἰ πᾶν [τὸ] ζῶν κινεῖται, καὶ τὸ δι’ ἑαυτὸ ζῶν κινεῖται καὶ τὸ ἀεὶ ζῶν ἀεὶ κινεῖται 20 ζωτικῶς, ἀλλ’ οὐ νοεοῶς, ὥστε καὶ ἀεὶ κινεῖται ἡ ψυχὴ καὶ οὐχ ἀεὶ· νοῦς μὲν γὰρ ἐστι δυνάμει, ζωὴ δὲ κατ’ ἐνέργειαν, καὶ τρίτον ἄλλο δυνάμει μόνον ἐστὶ, κατ’ ἐνέργειαν δὲ οὐκ ἐστι. τριττῆς δ’ οὖν οὐσίας ἐν ἡμῖν τάξεως, κατὰ τὴν οὐσίαν, κατὰ τὴν δύναμιν, κατὰ τὴν ἐνέργειαν, ἡ μὲν οὐσία 25 παντελῶς ἡ αὐτὴ διαμένει, καὶ ὡς οὐσία καὶ ὡς ζῶσα καὶ ὡς νοερὰ οὖσα· εἰκῶν γὰρ οὖσα τοῦ νοῦ νοερὰ ἐστιν, ὥσπερ Β καὶ ἡ πρώτη τῆς ψυχῆς εἰκὼν ἐμψυχός ἐστιν. αἱ δὲ δυνάμεις ἐπὶ μὲν τῆς διανοίας πεπῆδηνται, ἐπὶ δὲ τῆς δόξης +διασελοῦνται, καὶ ἐπειδήπερ αἱ δυνάμεις ἀνὰ λόγον ταῖς ζωαῖς, 30 ἡ μὲν ἐπέχεται τῶν ζωῶν, ἡ δὲ διασέεται· ἀεικίνητος γὰρ ἡ οὐσιώδης ζωή. αἱ δὲ ἐνέργειαι τῆς μὲν διανοίας ἀφήρηνται, τῆς δὲ δόξης διεστράφησαν· αὐταὶ δὲ ἀνὰ λόγον οὖσαι τῷ νοερῷ δῆλον ὡς τοῦ νοεῖν παραίρούνται τὴν ψυχήν. ἡ μὲν ἄρα οὐσία καὶ ἀείζωός ἐστι καὶ ἀεικίνητος, αἱ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
