# In Platonis Timaeum Commentaria 3.356.1

Proclus, In Platonis Timaeum Commentaria, 3.356.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.356.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.356.1

340 ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43DE] ἡ δὲ διαφορὰ μόνην μάχην ἐπεισάγει· καὶ αὐτὴ μὲν ποιεῖ τῷ τρέχοντι ὁμοῖον καὶ μὴ ἀσφαλῶς ἑστῶτι, ἡ δὲ κλάσις τῷ ἤδη πεπτωκότι διὰ τὴν τῶν κάλων κλάσιν καὶ διὰ τοῦτο γενομένῃ πλαγίῳ, ἡ δὲ στροφὴ τῷ ὑπτίῳ λοιπὸν καὶ τὴν μὲν κεφαλὴν κατὰ γῆς ἐρείσαντι, τοὺς δὲ πόδας, οἷοι ποτ’ ἂν ὦσιν, ἄνω πον· μέση γὰρ ἡ πλαγία θέσις τοῦ τε ἑστῶτος καὶ τοῦ ἀντεστραμμένου πρὸς τὸν ἑστῶτα τῷ τὴν μὲν κεφαλὴν ἔχειν κάτω, τοὺς δὲ πόδας ἄνω. γίγνεται οὖν τὸ δοξαστικὸν ὑπὸ τῶν αἰσθήσεων διάστροφον καὶ ψευδοδοξοῦν καὶ πολυμελὲς (τοῦτο γὰρ ἐστὶν ὁ θάτερον κύκλος, ὡς καὶ 10 πρότερον ἐλέγομεν [p. 333], ἐν ᾧ γίγνονται δόξαι καὶ πίστεις, ὡς εἴρηται καὶ ἐπὶ τῆς ὅλης ψυχῆς)· γίγνεται οὖν ψευδοδοξίας μεστόν, συμμεριζόμενον ταῖς αἰσθήσει καὶ πρὸς ἑαυτὸ στασιάζον. καὶ ταῦτα πάντα τὰ πάθη τῶν δυνάμεών ἐστι καὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς, ἡ δὲ οὐσία αὐτῆς 15 ἄλυτός ἐστι, πλὴν, ὡς αὐτὸς φησίν [32C], ὑπὸ τοῦ συνδήσαντος· ἐκεῖνος γὰρ καὶ τὰς διωρισμένας αἰτίας προεῖληφε τῶν ἐν αὐτῇ λόγων καὶ τῶν κύκλων αὐτῆς. τὸ δὲ ὑπὸ τοῦ ἀεὶ συνέχοντος μόνον λυτὸν ἄλυτόν ἐστιν, ὥσπερ τὸ ὑπὸ τοῦ ἀγαθοῦ μόνον ἀκάκυντον, τὸ δὲ 20 ὑπὸ τοῦ κακοῦ κακυνόμενον καὶ τὸ ὑπὸ τοῦ ψυχροῦ ἄθερμον· οὔτε γὰρ ψυχροῦ τὸ θερμαίνειν οὔτε ἀγαθοῦ τὸ κακύνειν οὔτε τοῦ συνεκτικοῦ τὸ διαλύειν. ὥστε καὶ ταύτῃ τὴν ἀφθαρσίαν τῆς ψυχῆς ὁ λόγος εἰ καὶ ἐπικεχυμένως παραδέδοχεν, ὅτι τῷ δημιουργῷ μόνῳ αὐτὴν ὑπέθετο λυτὴν. 25 Ὡστε μετ’ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μὲν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε πλαγίας, τοτὲ δὲ ὑπτίας [43E].

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
