# In Platonis Timaeum Commentaria 3.360.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.360.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.360.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.360.1-2

καὶ ἀριστερὰ ἐξηλλαγμένως ὁρᾶσθαι, καὶ περὶ τὴν ψυχὴν ἆρα συμβήσεται καὶ τὰ ἕτερα καὶ ταῦτὰ ἐπαλλάττεσθαι τοῖς ὁρῶσιν· ἀνὰ λόγον γὰρ τῷ μὲν δεξιῷ τὸ ταυτόν, τῷ δὲ ἀριστερᾷ τὸ ἕτερον κατὰ τὴν Πυθαγόρειον συνήθειαν. ὁ μὲν δὴ σύμπας λόγος τοιοῦτος. ἰδῶμεν δὲ καὶ τὰ καθ’ ἕκαστα. πρῶτον μὲν οὖν θεωρήσων τὴν τάξιν, ὅπως ἐκ μὲν ἐστῶτος πλάγιον ἐποίησε τὸ σῶμα, ἐκ δὲ πλαγίου ὑπίον, ἐκ δὲ ὑπίου [καὶ] <τὸ> τοὺς πόδας ἄνω ἔχον, πρὸς δὲ τῇ γῇ τὴν κεφαλὴν· τοῦ γὰρ ὑπίου τοὺς πόδας ἑγείρας καὶ πρὸς τῇ γῇ τὴν κεφαλὴν ἑρείσας τοιοῦτον ἐποίησε τὸ σχῆμα. καὶ ἐπὶ τῆς ψυχῆς δὲ πρώτη μὲν ἡ †ἀπόστασις, δευτέρα δὲ ἡ πεπλαγιασμένη ζωή, τρίτη δὲ ἡ ἔκτασις ἐπὶ τῆς ὕλης καὶ ἡ θέσις ἢ εἰς τὴν γένεσιν καὶ ἢ τοῦ θείου πρὸς τὸ ἄθεον σύζευξις, ἔσχατη δὲ ἢ τῶν ἀνοήτων ἀφόρητος τυραννίς. καὶ [ἡ] τῶν πολιτειῶν δὲ ἢ μὲν φιλόνεικος κατ’ ἐναντίωσιν συνίσταται τοιάνδε, ἢ δὲ φιλοχρήματος κατὰ πλαγιασμόν, ἢ δὲ φιλήδονος ἐννόμως καθ’ ὑπιότητα ζωῆς, ἢ δὲ τυραννικὴ κατὰ τὴν τῶν ποδῶν ἄρσιν καὶ τὸ σχῆμα τοῦτο, ὁ νῦν ὁ λόγος ὑπέγραψε. δεύτερον δέ, ὅπως τὸ τοιοῦτον σχῆμα τὰ δεξιὰ ἀριστερὰ δείκνυσι καὶ τὰ ἀριστερὰ δεξιὰ τῷ τε πάσχοντι καὶ τοῖς ὁρῶσι· νενοήσθω γὰρ τις πρὸς ἄρκτον βλέπων, ἄλλος δὲ τις πρὸς νότον. τούτων ὁ μὲν πρότερος ἔχει τὸ δεξιὸν ἐπ’ ἀνατολὰς, τὸ δὲ ἀριστερὸν πρὸς δύσιν, ἄτερος δὲ ἐμπάλιν. ὁ δὴ πρὸς ἄρκτον βλέπων γενοῦτω ὑπίος, οὐχ οὕτως, ὡς εἶπεν ὁ Τίμαιος, τὴν μὲν κεφαλὴν ἑρείσας κατὰ γῆς, μετεώρους δὲ τοὺς πόδας ἔχων, ἀλλ’ ὡς ἐν τῇ συνήθεια λέγομεν ὑπίον τὸν τῷ πρηνεῖ ἀντεστραμμένον. ἔχει δὴ πάλιν ὁμοίως ἐπὶ δεξιᾷ μὲν τὴν ἀνατολήν, ἐπὶ δὲ τῇ ἀριστερᾷ τὴν δύσιν. ἵνα δὲ γένηται κατὰ τὸν Τίμαιον ὑπίος, ἀνεστάσθω κατὰ τοὺς πόδας ἑρείσας τὴν κεφαλὴν, ἀπόστροφος τῶν ἀρκτῶν· ἔχει δὴ καὶ ταῦτα πρὸς νότον βλέπων ὁμοίως τὰ μὲν δεξιὰ πρὸς ἀνατολήν, τὰ δὲ ἀριστερὰ πρὸς δύσιν. ἔδει δὲ ἐμπάλιν,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
