# In Platonis Timaeum Commentaria 3.360.1

Proclus, In Platonis Timaeum Commentaria, 3.360.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.360.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.360.1

344 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43E 44A] καὶ ἀριστερὰ ἐξηλλαγμένως ὁρᾶσθαι, καὶ περὶ τὴν ψυχὴν ἄρα συμβήσεται καὶ τὰ ἕτερα καὶ ταῦτὰ ἐπαλλάττεσθαι τοῖς ὁρώσι· ἀνὰ λόγον γὰρ τῷ μὲν δεξιῷ τὸ ταυτόν, τῷ δὲ ἀριστερᾷ τὸ ἕτερον κατὰ τὴν Πυθαγόρειον συνήθειαν. ὁ μὲν E δὲ σύμπας λόγος τοιούτος. ἰδῶμεν δὲ καὶ τὰ καθ’ ἕκαστα. πρῶτον μὲν οὖν θεωρήσωμεν τὴν τάξιν, ὅπως ἐκ μὲν ἐστώτος πλάγιον ἐποίησε τὸ σῶμα, ἐκ δὲ πλάγιον ὕπτιον, ἐκ δὲ ὕπτιου [καὶ] τοὺς πόδας ἄνω ἔχον, πρὸς δὲ τῇ γῇ τὴν κεφαλὴν· τοῦ γὰρ ὕπτιου τοὺς πόδας ἐγείρας καὶ πρὸς τῇ γῇ τὴν κεφαλὴν ἐρείσας τοιούτων ἐποίησε τὸ σχῆμα. καὶ ἐπὶ τῆς ψυχῆς δὲ πρώτη μὲν ἡ ἁπόστασις, δευτέρα δὲ ἡ πεπλαγιασμένη ζωή, τρίτη δὲ ἡ ἔκτασις ἐπὶ τῆς ὕλης καὶ ἡ θέσις ἢ εἰς τὴν γένεσιν καὶ ἢ τοῦ θελοῦ πρὸς τὸ ἀθεον σύζευξις, ἑσχάτη δὲ ἡ τῶν ἀνοήτων ἀφόρητος τυραννίς. καὶ [ἡ] τῶν πολιτειῶν δὲ ἡ μὲν φιλόνεικος κατ’ ἐναντιώσιν συνίσταται τοιάνδε, ἡ δὲ φιλοχοήματος κατὰ πλαιγιασμόν, ἡ δὲ φιλήδονος ἐννόμως καθ’ ὑπτιότητα ζωῆς, ἡ δὲ τυραννικὴ κατὰ τὴν τῶν ποδῶν ἄρσιν καὶ τὸ σχῆμα τοῦτο, ὁ νῦν ὁ λόγος ὑπέγραψε. δεύτερον δέ, ὅπως τὸ τοιούτων σχῆμα τὰ δεξιὰ ἀριστερὰ δείκνυσι καὶ τὰ ἀριστερὰ δεξιὰ τῷ τε πάσχοντι καὶ τοῖς ὁρώσι· νενοήσθω γὰρ τις πρὸς ἄρκτον βλέπων, ἄλλος δὲ τις πρὸς νότον. τοῦτοιν ὁ μὲν πρότερος ἔχει τὸ δεξιὸν F ἐπ’ ἀνατολὰς, τὸ δὲ ἀριστερὸν πρὸς δύσιν, ἕτερος δὲ ἐμπαλιν. ὁ δὴ πρὸς ἄρκτον βλέπων γεγονέναι ὕπτιος, οὐχ οὕτως, ὡς εἴπεν ὁ Τίμαιος, τὴν μὲν κεφαλὴν ἐρείσας κατὰ γῆς, μετεώρους δὲ τοὺς πόδας ἔχων, ἀλλ’ ὡς ἐν τῇ συνήθεια λέγομεν ὕπτιον τὸν τῷ πρηνεῖ ἀντεστραμμένον. ἔχει δὴ πάλιν ὁμοίως ἐπὶ δεξιᾷ μὲν τὴν ἀνατολήν, ἐπὶ δὲ τῇ ἀριστερᾷ τὴν δύσιν. ἵνα δὲ γένηται κατὰ τὸν Τίμαιον ὕπτιος, ἀνεστάσθω κατὰ τοὺς πόδας ἐρείσας τὴν κεφαλὴν, ἀπόστροφος τῶν ἀρκτιῶν· ἔχει δὴ καὶ ταῦτα πρὸς νότον βλέπων ὁμοίως τὰ μὲν δεξιὰ 345 πρὸς ἀνατολήν, τὰ δὲ ἀριστερὰ πρὸς δύσιν. ἔδει δὲ ἐμπαλιν,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
