# In Platonis Timaeum Commentaria 3.362.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.362.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.362.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.362.1-2

ταυτὸν τῷ καὶ τὸ θάτερόν τού λέγουσιν ἐναντίως ἀμφότεραι, ἢ τε ἔσχατη ζωή καὶ ἡ αὐτὴν ἀφεῖσα καὶ ταύτῃ ἐπομένη. διὸ καὶ ψευδεῖς εἰσί. καὶ οὐ μόνον περὶ ταυτὸν καὶ ἕτερον, ἀλλὰ καὶ περὶ κίνησιν καὶ στάσιν ταυτὸν πεπόνθασι· τὸ γὰρ ἀεικίνητον ἵστασθαι νομίζουσιν, ὥσπερ οἱ πολλοὶ τὸν ἥλιον, καὶ τὸ ἔστως κινεῖσθαι, ὡς τὴν γῆν τινες, καὶ ἐπ’ ἄλλων πολλῶν ἐνηλλαγμένως τὰ πράγματα θεωροῦσι. ταῦτα δὲ τὰ πάθη συμβαίνει περὶ τὰς ἐνεργείας τῶν ἐν τῇ θάτερου περιόδῳ κύκλων. διὸ καὶ αὐτὸς εἶπε ‘ταῦτα καὶ τοιαῦτα ἕτερα τὰς περιφοράς πάσχειν’, τὰς ἐν τῷ θάτερου κύκλῳ λέγων ἐπὶ οὐσίας, ἐπεὶ ἡ γε ταυτοῦ μία ἦν, ἥτις πεπέδηται, καθάπερ εἴρηται πρότερον. μόνος οὖν ἐστὶν ἐκεῖνος ἔννους ὁ τὸν θάτερον κύκλον ὀρθώσας, τὸν δὲ ταυτοῦ λύσας, καὶ οὗτος ἂν εἴη πάντως ὁ τὸν ἑαυτοῦ Προμηθέα λύων δεθέντα διὰ τὸν Ἐπιμηθέα· διὰ γὰρ τὴν πρὸς τὸ ἄλογον δέδεται τάξιν, ὅπερ ὁ Ἐπιμηθεὺς ἐκεῖνος λέγεται κοσμεῖν. Οὐδεμία δὲ ἐν ταῖς τότε περιόδος ἄρχουσα οὐδ’ ἡγεμών ἐστι [44A]. Πολλῶν γὰρ οὐσῶν ἐν τῷ θάτερου κύκλῳ περιόδων κατὰ μίμησιν τῆς τοῦ παντὸς ψυχῆς πᾶσαι διαλελώβηνται καὶ διάστροφοι γεγόνασι καὶ ἀσθενεῖς καὶ δουλεύουσι ταῖς ἀλόγοις κινήσεσιν, ὅς οὐ δεῖ περιόδους καλεῖν, ἅτε κατ’ εὐθείαν ἐπὶ τὴν γένεσιν σπευδούσας· ἐστὶ γὰρ περίοδος ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησις. πᾶσα δὲ ἄλογος εἴτε γνῶσις εἴτε ὀρεξὶς ἀπ’ ἄλλου πρὸς ἄλλο σπεύδει εἰς τὸ ἔκτὸς ἐπειγομένη, οὐ δρέγεται ἔκτὸς ὄντος ἢ ὁ γινώσκει ἔκτὸς ὄν ἑαυτῆς. οὐτ’ οὖν ἡ ταυτοῦ περίοδος ἄρχει (πεπέδηται γὰρ καὶ εἵκασται βασιλεῖ δεδεμένῳ διὰ τὸ ὑπὸ τοῖς πολεμίοις γενέσθαι), οὔτε ἡ θάτερον (διέστραπται γὰρ καὶ ἔοικε στρατηγῷ τὰ τῶν πολεμίων φρονησάντι), καὶ οὗτος ὧντως ἐστὶν ὁ Πιγαντικὸς πόλεμος τὰ ἐν ἡμῖν γηγενῆ τῶν Ὀλυμπίων ἐντι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
