# In Platonis Timaeum Commentaria 3.363.3

Proclus, In Platonis Timaeum Commentaria, 3.363.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.363.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.363.3

“Ὡς μὲν οὐδεμία τῶν περιόδων ἄρχουσα οὐδὲ ἡγεμών ἐστιν, εἴρηται, καὶ ὅπως ἡ ἐν ἡμῖν κεφαλὴ πρὸς τῇ ὕλῃ κατακέχωσται. πῶς δὲ καὶ οἱ πόδες μετέωροι γεγέννηται καὶ τὰ θνητὰ τῶν ἀθανάτων ἄρχει, διὰ τούτων προστέθεται E τῶν λόγων· αἱ γὰρ αἰσθήσεις ἐξωθεν φερόμεναι (τὰ γὰρ ἔκτὸς ἀναγγέλλουσι) καὶ προσπίπτουσαι (μετὰ πάθους γὰρ προσβάλλουσιν), ἐὰν οὖν αὗται συνεπισπάδονται τὸ κύτος τῆς ψυχῆς, τούτέστι τὴν ὅλην αὐτῆς οὐσίαν (τὸ γὰρ κύτος ὡς ἐπὶ περιφορῶν τινων εἴρηται) καὶ ταῦτα παρασκευάσωσι φρονεῖν, ἃ λέγουσιν αὗται, τῆς ὅλης ἡγεμόνες γίγνονται ζωῆς καὶ ταῦτα ποιοῦσι λέγειν τε καὶ νομίζειν, ὅσα ἂν αὗται φῶσι, καὶ τοῦτο οἴεσθαι ἀληθῶς, τὸ αἰσθήσει ληπτόν, οὐδ’ ἂν ἄφαιτό τις ἢ πίοι ἢ φάγοι, νοητὸν δὲ καὶ φιλοσοφία αἱρετὸν οὐδέν. τούτων δὲ ἡγουμένων αἱ ὀρέξεις κρατοῦσι καὶ τὰ πλήθη δυναστεύει, δουλεύει δὲ ἡ προαίρεσις, καὶ ὁ λόγος ἐν ὑπηρέτῳ μέρει τεταγμένος πορίζει τὰ πρὸς τὸ τέλος τοῖς πάθεσιν. ἆρ’ οὖν ὡς ἀληθῶς ἡγεῖται ἡ αἴσθησις καὶ κρατεῖ; καὶ πῶς δυνατόν φύσει θνητὴν οὖσαν αὐτὴν καὶ ἔνυλον κρατεῖν; ἀλλὰ δοκεῖ μὲν κρατεῖν τοῦ λόγου, κρατεῖται δὲ ὑπ’ ἄλλων αὐτή, καὶ εἰκότως· αὕτη μὲν γὰρ ἑτέρων ἐστί, διὸ τῶν ἔκτὸς ἥρτηται καὶ ὑπ’ ἐκείνων κρατεῖται καὶ ἄλλοτε ἄλλοιῶς διατίθεται· ὁ δὲ F λόγος ἑαυτῷ τῆς δουλείας αἴτιος. οὐκ ἄρα κρατεῖ τῷ ὄντι,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
