# In Platonis Timaeum Commentaria 3.364.5

Proclus, In Platonis Timaeum Commentaria, 3.364.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.364.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.364.5

Ἐν μὲν τῷ Φαίδρῳ [247Css] τὴν εὐδαίμονα ζωήν τῆς ψυχῆς ἀνεδίδαξε, καθ’ ἣν συμπεριπολοῦσα τοῖς θεοῖς ἐπὶ τὸν ὑπερουράνιον ἀνατρέχει τόπον καὶ θεάται αὐτὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην καὶ ἑκάστην τῶν θείων ἀρετῶν, καὶ πάλιν κατὰ μικρὸν ἀπὸ τῆς ἄκρας εὐδαιμονίας καὶ τῆς μακαριότητος ἐκείνης ἤγαγεν εἰς τὸ ποτὲ μὲν ὑπερκύπτειν, ποτὲ δὲ εἴσω δύνειν καὶ ἀπὸ τοῦδε κατὰ ὕφεσιν εἰς τὸ μηδὲν ὁρῶσαν ἔτι συνέπεσθαι διὰ συνήθειαν· οὐ γὰρ εὐθὺς ἀπὸ τοῦ νοητοῦ καὶ ἄθρόως ὑπάρχει ταῖς ψυχαῖς ἡ εἰς γένεσιν πτῶσις, ἀλλὰ διὰ πολλῶν προόδων τῶν μέσων. ἐν δὲ τούτοις ἔμπαιιν τὰ πάθη τῆς εἰς γένεσιν πεσοῦσης ψυχῆς καὶ τὰς στροφὰς καὶ τὰς κλάσεις καὶ τοὺς ὀχετοὺς ἐκτραγωδήσας ἐθέλει κατὰ μικρὸν ἐπαναγαγεῖν αὐτὴν εἰς τὴν νοερὰν καὶ τὴν κατὰ φύσιν ζωήν. ἀλλ’ ἐκεῖ [248 Ass] μὲν πανομένων τῶν ἀμεινόνων καὶ τῶν ἀπὸ νοῦ καὶ θεῶν ἐνδιδομένων ἀγαθῶν παρεισῆει τὰ χειρόνα, χωλεία καὶ πτερορρύησις καὶ λήθη καὶ συντυχία καὶ βαρύτης. ἐνταῦθα δὲ ἀποληγόντων τῶν χειρόνων καὶ τῶν ἐκ τῆς ὕλης ἐμποδίων κατὰ φύσιν εὐθὺς †ἀναιρεῖται καὶ ἀναφαίνεται τὰ κρεῖττονα, τάξις καὶ λόγος καὶ ἡ λελογισμένη καὶ ἔμφρων κατάστασις· εἰς γὰρ ἡλικίαν ἰόντες αὐτοὶ ἔμφρονέστεροι γιγνόμεθα καὶ μᾶλλον λελογισμένοι τῆς τε ὁμαλοῦς καὶ εὐτάκτου ζωῆς †ποιοῦμεθα, τῆς φύσεως ἀγούσης. τί οὖν; φαίη ἂν ὁ Γαληνός· ταῖς τοῦ σώματος κράδεσιν ἔπονται τῆς ψυχῆς αἱ δυνάμεις, καὶ ὑγροῦ μὲν ὄντος καὶ ἀστάτου καὶ παντοίως δέοντος ἄνους καὶ ἄστατος ἡ ψυχή, καθισταμένου δὲ εἰς συμμετρίαν κατευθύνεται καὶ ἔμφρων γίνεται. καὶ πῶς ταῦτα συγχωρήσομεν; τὴν γὰρ ἀθάνατον ψυχὴν καὶ πρὸ τοῦ σώματος οὖσαν οὐ θέμις διὰ τὸ σῶμα νοερὰν ποιεῖν, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ σῶμα ποτὲ μὲν ἐμπόδιον γίγνεσθαι τῇ ψυχῇ ὀητέον πρὸς τὴν εὐτάκτον ζωήν, ποτὲ δὲ ἧττον ἐνοχλεῖν. ὥσπερ οὖν εἰ γείτονι παροικοίημεν λήρων καὶ ἀδολέσχη,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
