# In Platonis Timaeum Commentaria 3.365.2

Proclus, In Platonis Timaeum Commentaria, 3.365.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.365.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.365.2

ἐπὶ τὸν ὑπερουράνιον ἀνατρέχει τόπον καὶ θεάται αὐτὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην καὶ ἑκάστην τῶν θείων ἀρετῶν, καὶ πάλιν κατὰ μικρὸν ἀπὸ τῆς ἄκρας εὐδαιμονίας καὶ τῆς μακαριότητος ἐκείνης ἤγαγεν εἰς τὸ ποτὲ μὲν ὑπερκύπτειν, ποτὲ δὲ εἴσω δύειν καὶ ἀπὸ τοῦδε κατὰ ὕφεσιν εἰς τὸ μηδὲν ὁρῶσαν ἐτι συνέπεσθαι διὰ συνήθειαν· οὐ γὰρ εὐθὺς ἀπὸ τοῦ νοητοῦ καὶ ἀθρόως ὑπάρχει ταῖς ψυχαῖς ἢ εἰς γένεσιν πτῶσις, ἀλλὰ διὰ πολλῶν προόσει τῶν μέσων. ἐν δὲ τούτοις ἐμπάλιν τὰ πάθη τῆς εἰς γένεσιν πεσοῦσης ψυχῆς καὶ τὰς στροφὰς καὶ τὰς κλάσεις καὶ τοὺς ὀχετοὺς ἐκτραγωδήσας ἐθέλει κατὰ μικρὸν ἐπαναγαγεῖν αὐτὴν εἰς τὴν νοερὰν καὶ τὴν κατὰ φύσιν ζωήν. ἀλλ’ ἐκεῖ [248Ass] μὲν παυομένων τῶν ἀμεινόνων καὶ τῶν ἀπὸ νοῦ C καὶ θεῶν ἐνδιδομένων ἀγαθῶν παρεισῆξει τὰ χειρόνα, χωλεῖα καὶ πτερορρύησις καὶ λήθη καὶ συντυχία καὶ βαρύτης. ἐνταῦθα δὲ ἀποληγόντων τῶν χειρόνων καὶ τῶν ἐκ τῆς ὕλης ἐμποδίων κατὰ φύσιν εὐθὺς †ἀναιρεῖται καὶ ἀναφαίνεται τὰ κρείττονα, τάξις καὶ λόγος καὶ ἡ λελογισμένη καὶ ἔμφρων κατάστασις· εἰς γὰρ ἡλικίαν ἰόντες αὐτοὶ ἔμφρονέστεροι γιγνόμεθα καὶ μᾶλλον λελογισμένοι τῆς τε ὁμαλοῦς καὶ εὐτάκτου ζωῆς †ποιούμεθα, τῆς φύσεως ἀγούσης. τί οὖν; φαίη ἂν ὁ Γαληνός· ταῖς τοῦ σώματος κράσεσιν ἔπονται τῆς ψυχῆς αἱ δυνάμεις, καὶ ὀгроῦ μὲν ὄντος καὶ ἀστάτου καὶ παντοίως δέοντος ἄνους καὶ ἄστατος ἢ ψυχή, καθισταμένου δὲ εἰς συμμετρίαν κατευνᾶνεται καὶ ἔμφρων γίνεται. καὶ πῶς ταῦτα συγχαρτήσομεν; τὴν γὰρ ἀθάνατον ψυχὴν καὶ πρὸ τοῦ σώματος οὖσαν οὐ θέμις διὰ τὸ σῶμα νοερὰν ποιεῖν, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ σῶμα ποτὲ μὲν ἐμπόδιον γίγνεσθαι τῇ ψυχῇ ῥητέον πρὸς τὴν εὐτάκτον ζωήν, ποτὲ δὲ ἥττον ἐνοχλεῖν. ὥσπερ οὖν εἰ γείτονι παροικοίημεν λήρω καὶ ἀδολέσχῃ, D

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
