# In Platonis Timaeum Commentaria 3.366.1

Proclus, In Platonis Timaeum Commentaria, 3.366.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.366.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.366.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 44B] νοερώτεροι οὐκ ἂν γενοίμεθα δι’ αὐτόν, μᾶλλον δὲ καὶ ἧττον ἐμποδίζειν ἡμῖν δύναται πρὸς τὴν ἡσύχων ζωήν, τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ σώματος συνάφεισις ὅτε μὲν ἐκπαράττει τὴν ψυχήν, ὅτε δὲ ἀνίησι τὸν θόρυβον, ἡ δὲ ἐν γαλήνῃ γίνεται· καὶ μᾶλλον μὲν αὐτῇ τῆς ταραττομένης ἔχει κατὰ φύσιν, οὕτω δὲ οὐδὲ αὐτῇ, πρὶν αὐτῇ καὶ παιδεία προσχένηται. τὸ ἄρα σῶμα κωλυτικὸν μὲν ἦν τῆς ἐμφρονος ζωῆς, ποιητικὸν δὲ οὐδαμῶς. ταῦτα καὶ περὶ τούτων. Peri de τῶν καθ’ ἕκαστον ὀητέον, ὅτι τὸ μὲν τῆς αὐξῆς καὶ τροφῆς ῥεῦμα δηλοῖ τὸν φυσικὸν ὀχετόν· ἀνάγκη γὰρ πλείονος αὐξήσεως γιγνομένης πλείονα καὶ τὴν τροφὴν εἶναι· πλείων δὲ ἡ αὐξή, διότι καὶ τὸ αὐξὸν ἐστι τότε δυνατώτερον· ἡ φύσις αὐτὴ γὰρ ἐν μὲν τοῖς νέοις θάλλει καὶ ἔστιν εὐσθενής, ἐν δὲ τοῖς προβεβηκόσιν ἀσθενεῖ, παρ’ οἷς ἡ ψυχὴ λελογισμένη μᾶλλον. καὶ οὐ μόνον κατὰ τὰς ἡλικίας ἴδοις ἂν αὐτὴν ἀντιπεπονθῦιαν, ἀλλὰ καὶ κατὰ καιρούς· ἐν μὲν γὰρ ταῖς ἐγρηγόρεσιν ἡ ψυχὴ νοερώτερα ἑαυτῆς ἐστιν, ἐν δὲ τοῖς ὕπνοις αὐτὴ μὲν ἀργεῖ, ὀρᾷ δὲ μάλιστα τότε ἡ φύσις καὶ περαίνει τὸ ἑαυτῆς. εἰκότως ἄρα τοῦ ῥεύματος ἡλαττωμένου τοῦ φυσικοῦ γαλήνη γίνεται καὶ τάξις περὶ τὴν ψυχήν. ‘τὴν δὲ τῶν περιόδων ὁδόν’ τὴν εἰς σύνεσιν καὶ ὁμαλότητα καὶ τάξιν πρόοδον ὀητέον· οἱ γὰρ ἐν ἡλικίᾳ ὄντες ὡς ἐπίπαν ἐμφρονέστεροι καὶ ὁμαλέστεροι καὶ βεβαιώτεροι τῶν νέων εἰσί. ‘τοὺς δὲ κύκλους ἕκαστους’, καθ’ οὓς ἡ θάτερον διήρηται περίοδος, καὶ ‘τὰς περιφοράς’ τὰς ἐνεργείας αὐτῶν, αἱ κατευθύνονται τῷ τε ἀπὸ τῆς κλάσεως ἀνανεύειν καὶ τῷ παντελῶς εἰς τὸ κυκλικὸν ἀνατρέχειν εἴδος· μεταξὺ γὰρ τῆς κεκλασμένης εὐθείας καὶ τῆς περιφερείας ἡ ἄκλαστός ἐστι μιμουμένη τῆς περιφερείας, τὸ ἁπλοῦν, τὸ ὁμαλές, τὸ ὅμοιον. αὗται δὲ αἱ περιφοραὶ καὶ τὸ ταὐτὸν καὶ θάτερον ὀνομάζουσι κατ’ ὀρθόν, τὸ τε

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
