# In Platonis Timaeum Commentaria 3.368.2

Proclus, In Platonis Timaeum Commentaria, 3.368.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.368.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.368.2

καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἄτελῆς καὶ ἀνόητος εἰς "Αἰδοῦ πάλιν ἔρχεται [44 C]. "Ὅτι καὶ ἡ τῆς φύσεως κίνησις δρᾷ τι καὶ ἡ τῆς πολιτικῆς παιδεία, δηλοῖ διὰ τούτων ὁ φιλόσοφος· ἄτελῆ γὰρ ἀποκαλεῖ τὸν μὴ τυχόντα τῆς ὀρθῆς τροφῆς καὶ παιδεύσεως, ὥσπερ ὁ λελωβημένους ἔχων τοὺς πόδας βαδίζει μέν, οὐ καλῶς δέ. οὗτος δὲ οὔτε πάντη τῶν κινητικῶν ἐστέρηται μερῶν οὔτε ἀρτίοις αὐτοῖς χρῆται καὶ τελείοις. κατὰ τὸν C αὐτὸν οὖν τρόπον καὶ ὁ ἑαυτοῦ καταμελήσας (οὗτος δέ ἐστιν ὁ τῷ κάτω βλέπειν ἀφεὶς τὴν ἑαυτοῦ γνώσιν) χωλὴν τοῦ βίου διαπορευθεὶς ὁδόν, ὡς κατὰ θάτερα μόνον προκόψας, ἐφ’ ὅσον ἐκίνησεν ἡ φύσις, ἄτελῆς, φησίν, εἰς "Αἰδοῦ πάλιν ἔρχεται καὶ ἀνόητος, οὐ δυνηθεὶς τελειώσασθαι τὸν ἑαυτοῦ νοῦν· τὸ δὲ πάλιν, διότι καὶ οἱ ζῶντες ἐκ τῶν τεθνεώτων εἰσί· καὶ τὸ εἰς "Αἰδοῦ τὸ σκοτεινὸν δηλοῖ καὶ τὸ ἄλαμπές· οὐ γὰρ ποὺ ταύταις παρὰ τὸν ἄγαθὸν ἐστι καὶ φρόνιμον Θεὸν ἡ ἄφιξις, ἀλλὰ διὰ τοῦ καταγωγοῦ στομίου εἰς τὸν ὑποχθόνιον τόπον· τὸ γὰρ ἑαυτὸ μὴ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
