# In Platonis Timaeum Commentaria 3.371.1

Proclus, In Platonis Timaeum Commentaria, 3.371.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.371.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.371.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 44 CD] περὶ θώρακος, περὶ σκελῶν, καὶ ἐφ’ ἑκάστου τούτων περὶ τῶν ἐν αὐτοῖς μορίων (ὀργανικὰ γὰρ καὶ ταῦτά ἐστι), καὶ περὶ τῆς θνητῆς ψυχῆς τῆς ἄμα τῷ σώματι τὸ θνητὸν ζῶον ποιούσης, τὸ δημιουργὴν τῶν νέων θεῶν, καὶ περὶ τῶν μορίων αὐτῆς, τῶν τε γνωστικῶν καὶ τῶν ὀρεκτικῶν· ἐὰν γὰρ ταῦτα καλῶς τῷ λογισμῷ συνέλαβεν, ἔσται ἡμῖν ὁ περὶ ἀνθρώπου λόγος εὖ παραδεδομένος. δεῖ δὲ ὡς τὸν ὅλον κόσμον, οὕτω καὶ τὸν ἄνθρωπον ἐπισκέψασθαι τελείως, διότι καὶ μικρός ἐστι καὶ οὕτος κόσμος· ἔχει γὰρ καὶ νοῦν καὶ λόγον καὶ θεῖον σῶμα καὶ θνητόν, ὥσπερ τὸ πᾶν, καὶ διήρηται ἀνὰ λόγον τῷ παντὶ. ὅθεν δὴ καὶ λέγειν τινες εἰώθασιν, ὡς τὸ μὲν νοερὸν αὐτοῦ τῇ ἀπλανεῖ τέτακται ἀνὰ λόγον, τοῦ δὲ λόγου τὸ μὲν θεωρητικὸν τῷ Κρόνῳ, τὸ δὲ πολιτικὸν Διί, τοῦ δὲ ἀλόγου τὸ μὲν θυμοειδὲς Ἥρῃ, τὸ δὲ φωνητικὸν Ἑρμῇ, τὸ δὲ ἐπιθυμητικὸν Ἀφροδίτῃ, τὸ δὲ αἰσθητικὸν Ἡλίῳ, τὸ δὲ φυτικὸν Σελήνῃ, καὶ τὸ μὲν αὐ- B γοειδὲς ὄχημα τῷ οὐρανῷ, τὸ δὲ θνητὸν τοῦτο τῷ ὑπὸ σελήνῃ. ἔν’ οὖν καὶ μερικῶς ἴδης τὸ ὅλον, ὁ περὶ ἀνθρώπου λόγος τῇ πάσῃ φυσιολογία συντέτακται. ταῦτα καὶ περὶ τοῦτου. Τὰς δὲ αἰτίας καὶ τὰς προνοίας τῶν θεῶν πῶς διαιρετέον; ἢ τὰς τὰς μὲν ὑποστατικὰς εἶναι, τὰς δὲ φρουρητικάς, καὶ τὰς μὲν τῆς οὐσίας χορηγούς, τὰς δὲ τῶν ἀγαθῶν, καὶ τὰς μὲν τῶν θνητῶν ποιητικάς, τὰς δὲ καὶ τῶν ψυχῶν τῶν ἀθανάτων σωστικάς· προνοοῦσι γὰρ καὶ τούτων καὶ ὑποδέχονται κατιούσας αὐτὰς καὶ πάλιν ἀνιέναι βουλομέναις χεῖρα ὀρέγουσι καὶ τὸν παρ’ ἑαυτῶν ἕλεον χορηγοῦσιν. ἐπειδή δὲ καὶ ἡ αἰτία καὶ ἡ πρόνοια τῶν νέων θεῶν καὶ πεπλήθυσται καὶ ἤνωται (πόθεν γὰρ ἂν τοῖς γιγνομένοις ἀπ’ αὐτῶν ὑπῆρχεν ἕνωσις, εἰ μὴ πολλῷ πρότερον ἀλλήλοις οἱ ποιούντες ἤωνται;), διὰ δὴ τοῦτο προνοίας τε αὐτῶν καὶ αἰτίας τὰς δημιουργικὰς δυνάμεις ἀπεκάλεσε· πολλοὶ γὰρ εἰσι δημιουργοὶ καὶ ἑκάστου ποιήσεις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
