# In Platonis Timaeum Commentaria 3.372.1

Proclus, In Platonis Timaeum Commentaria, 3.372.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.372.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.372.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 44CD] C πολυειδεῖς. καὶ πάλιν ἤγνωσε τὸ πλήθος τὸ θεῶν ἐπαγωγὸν ἔνωσις γὰρ καὶ μονοειδὴς δύναμις ἀπὸ τῆς θείας ἰδιότητος παραγίνεται πᾶσι τε τοῖς οὖσι καὶ πολλῷ πρότερον αὐτοῖς τοῖς θεοῖς, ὥσπερ καὶ νόησις ἀπὸ τοῦ νοῦ τοῖς τε ὅλοις ὑπάρχει καὶ πολλῷ μείζονας αὐταῖς ταῖς νοεραῖς διακοσμῆσσειν. ὅταν δὲ ὅλως ἐπὶ τὴν πρόνοιαν τῶν θεῶν ἀναπέμψῃ τὴν αἰτίαν τῶν γεννητῶν, ἀόρητον αὐτοῖς δίδωσι καὶ κρείττονα γνώσεως τὴν πρωτίστην εἰς τὸ εἶναι πᾶρόδον. ὅθεν δὴ φησὶν ὀρθῶς ὁ Ἰάμβλιχος, οὐδὲ ταῦτα συλλογίζεσθαι δυνατόν, πῶς μὲν τὸ σῶμα παράγουσιν οἱ θεοί, πῶς δὲ τὴν ἐν αὐτῷ ζωὴν, πῶς δὲ συμπλέκουσιν ἀμφότερα ἀλλήλοις· ταῦτα γὰρ ἄγνωστα ἡμῖν ὑπάρχει. καὶ ὅτι μὲν ἀπὸ θεῶν ὑφῆσθηκε πάντα, εἰς τὴν ἀγαθότητα αὐτῶν ἀποβλέποντες καὶ τὴν δύναμιν διατεινόμεθα, πῶς δὲ ἐκεῖθεν πρὸσεσιν, ἡμεῖς γιγνώσκειν οὐχ οἷοί τε ἐσμεν. αἰτίων δέ, ὅτι τὸ προνοεῖν καὶ τὸ γεννᾶν ἐξαιρέτων ἐστι τῆς θείας ὑπάρξεως ἄγνωστον ἔχουσης ὑπεροχὴν. περὶ ὧν μὲν οὖν ὁ λόγος, εἴρηται. τίς δ’ ὁ τρόπος τῶν λόγων, ἀναμιμνήσκει πάλιν, ὅτι συμμιγὴς τῷ εἰ- D κότι· καθ’ ὅσον μὲν γὰρ ἐφάπτονται τῆς φύσεως καὶ τῆς δημιουργίας τῶν θνητῶν, κατὰ τοσοῦτον εἰκότες εἰσί· καθ’ ὅσον δὲ ἐπ’ αὐτὸν ἀνατρέχουσι τὸν θεῖον νοῦν, κατὰ τοσοῦτον πάλιν ἀντιλαμβάνονται τῆς ἀληθείας. ἐπὶ τέλει δὲ καὶ συνἐπλεξε τὸν τε τρόπον καὶ τὸ τέλος τῶν λόγων· οὕτω γάρ, φησί, καὶ κατὰ ταῦτά πορευομένοις διεξεῖτέον. ἐστι δὲ τὸ μὲν οὕτως τοῦ τρόπου, τὸ δὲ πορευομένοις κατὰ ταῦτά τοῦ τέλους. τέλος δέ, περὶ τε τῶν μορίων εἰπεῖν τοῦ σώματος καὶ λεπτοουργῆσαι τὸν περὶ τῆς ψυχῆς λόγον, δηλαδή τῆς θνητῆς.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
