# In Platonis Timaeum Commentaria 3.38.1

Proclus, In Platonis Timaeum Commentaria, 3.38.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.38.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.38.1

B αὐτὰ ἀφορῶν τὰ πράγματα φαίης ἂν, ὡς εἰ ἐγέννα τὸν χρόνον ἡ ψυχή, οὐκ ἂν οὕτω μετείχεν αὐτοῦ, ὡς τελειοῦμένη ὑπ’ αὐτοῦ· ὅτι γὰρ τελειοῦται ὑπ’ αὐτοῦ καὶ μετρεῖται κατὰ γε τὰς ἐνεργείας, οὐκ ἀσαφές, ἐπεὶ καὶ πᾶν, ὁ μὴ ἀθρόως καὶ ἤδη καὶ ὁμοῦ τὸ πᾶν ἔχει τῆς ἐνεργείας, δεῖται τοῦ χρόνου πρὸς τελείωσιν καὶ ἀποκατάστασιν, δι’ οὗ συλλέγει πᾶν τὸ οἰκεῖον ἀγαθόν, ὁ ἀμερίστως καὶ ἀχρόνως χωρεῖν οὐκ ἠδύνατο· δύο γάρ, ὡς καὶ ἤδη προεῖρηται [p. 17, 23], ταῦτα μέτρα τῆς τε διαμονῆς καὶ τῆς τελειότητός ἐστι τῶν ὄντων, αἰὼν καὶ χρόνος, ὁ μὲν τῶν νοητῶν ἐνάδων περιοχὴ μία καὶ ἀπλήθυντος ὢν, ὁ δὲ τῶν ἐκεῖθεν προελθόντων τῆς ἀιδιότητος ἢ τῆς ἐπὶ πλέον ἢ ἐπ’ ἕλαττον διαμονῆς ὅρος ὢν καὶ μέτρον δημιουργικόν. εἰ μὲν οὖν καὶ ἡ ψυχὴ κατὰ ταῦτά τῷ νῷ καὶ τοῖς θεοῖς ἐπιβολὴ μιᾷ καὶ ἀεὶ τῇ αὐτῇ πᾶν ἥρει τὸ ἑαυτῆς γνωστὸν ἀμεταστάτως νοοῦσα, χρόνον μὲν ἐγέννησεν ἂν ἴσως, χρόνου δὲ πρὸς τὸ ἑαυτῆς τέλος οὐκ ἂν ἐδεήθη. ἐπειδή δὲ μεταβατικῶς νοεῖ καὶ C ἀποκαταστατικῶς, ἡ μὲν τις ὅλου δεῖται τοῦ χρόνου, ἡ δὲ μορίου γέ τινος χρονικοῦ τοῦ αὐτῇ πρὸς τε τὰς νοερὰς καὶ τὰς γενεσιουργοὺς ἀρκέσοντος ζωάς. οὐδὲν δὲ ὅλως αἴτιον <ὄν> τοῦ ἑαυτοῦ δεῖται γεννήματος πρὸς τελείωσιν <τὴν> ἑαυτοῦ· εἴη γὰρ ἂν οὕτω καὶ τέλειον καὶ ἄτελές, πρὶν ὑποστήσῃ τὸ δεύτερον· τέλειον μὲν, ἵνα καὶ γεννήσῃ, ἐπεὶ μηδὲν ἄτελὲς ἄλλου γεννητικόν· ἄτελὲς δέ, ὅτι μηδέπω μετέσχε τοῦ τελειοῦντος αὐτό. καὶ καθάπαξ δὲ ἄτοπον τῶν ἀπ’ αὐτῶν προελθόντων λέγειν δεῖσθαι τὰ αἴτια. μέγιστον μὲν οὖν τοῦτό σοι τεκμήριον ἔστω τοῦ τὸν χρόνον μὴ εἶναι γέννημα τῆς ψυχῆς, ἀλλ’ ὑπὸ πρώτης αὐτῆς μετέχεσθαι.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
