# In Platonis Timaeum Commentaria 3.38.3-3.39.28

Proclus, In Platonis Timaeum Commentaria, 3.38.3 to 3.39.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.38.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.38.3

μετὰ τοῦτο δὲ χρὴ νοεῖν, ὡς καὶ τὰ ἄψυχα χρόνου μετ-έχει. καὶ οὐ τότε μετέσχε μόνον, ὅτ’ ἐφύετο, καθάπερ τοῦ εἴδους καὶ τῆς ἕξεως, ἀλλὰ καὶ νῦν, ὅτε δοκεῖ πάσης ἐστε-ρησθαι ζωῆς, μετέχει τοῦ χρόνου, καὶ οὐχ ὡςπερ λέγεται 19 καὶ Q : καὶ πρὸς D 5 20 ἀρχέδοντα Q 21 ἑαυτοῦ 5 : αὐτοῦ D : ἑαυτῶν Q 24 δήποτε D : μηδέποτε 5 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37 D] ἐστιν εἰπεῖν, ὁ δὲ μάντις περὶ πάντων, ἅτε καὶ τὴν ἐκ τοῦ παντὸς ἀπονενημημένην τοῖς πράγμασι διάστασιν χρονικὴν δυνάμενος θεωρεῖν. πρὸς τούτοις δέ, ἐπειδὴ καὶ ψυχικαὶ καὶ σωματικαὶ μεταβολαὶ καὶ κινήσεις καὶ ἡσμίαι καὶ ὅλως πάντα τὰ ὡς ἂν ἀντικείμενα τῶν ἐγκοσμίων πραγμάτων μετρεῖται τῷ χρόνῳ, δεῖ πάντων αὐτῶν ἐξηρῆσθαι τούτων· τὸ γὰρ ὑπὸ πλειόνων καὶ τούτων ἀνομοίων μετεχόμενον ἐν καὶ ταὐτὸν ὃν ἀεὶ καθ’ αὐτὸ προὑφεστὼς οὕτω μετέχεται ὑπ’ ἐκείνων, καὶ ἔτι μᾶλλον ἐν πᾶσιν ὅν πανταχοῦ ἐστιν ἀμερίστως, ὡς τὸ νῦν πανταχοῦ ἐστιν ἐν ὅν κατ’ ἀριθμὸν [καὶ] ἦν, ὅτι συντέτακται τοῖς ὅλοις καὶ συμπάθῃ πρὸς τὸ ἀμερὲς καὶ οὐδενὸς ἴδιον τῶν εἶναι κατ’ αὐτὸ λεγομένων. ὁ καὶ Ἀριστοτέλης [phys. Θ 10. 266ᵃ 10 ss] ἰδὼν ἔδειξεν εἶναι τι ἀσώματον καὶ ἀμερὲς ἐν πανταχοῦ ταὐτὸν ὃν, τὸ νῦν τοῦτο λαβὼν. ἔτι δὴ μὴ ὃν μὲν οὐσία, ἀλλὰ συμβεβηκός, οὐκ ἂν οὕτω δημιουργικὴν ἐπεδείκνυτο δύναμιν, ὡς τὰ μὲν ἀϊδίως γιγνόμενα ποιεῖν, τὰ δὲ χρονιώτερα, τὰ δὲ τούτων μὲν βραχυπορώτερα, τῶν δὲ ἀσθενεστέρων φύσεων μακροπορώτερα, πᾶσι δὲ τὸ πρόσφορον καὶ οἰκεῖον ἀπονέμειν μέτρον τῆς ἐν τοῖς οὖσι διαμονῆς. εἰ δ’ ἐστιν οὐσία δημιουργική, οὐτ’ ἂν ἡ ὅλη ψυχὴ εἴη οὐτ’ ἂν ψυχῆς μόριον· ἀλλὰ γὰρ ἔννοια ψυχῆς καὶ ἄλλη χρόνου, καὶ ἑτέρων καὶ οὐ τῶν αὐτῶν ἐκάτερον αἴτιον· ψυχὴ μὲν γὰρ ζωῆς μεταδίδωσι καὶ κινεῖ τὰ πάντα (διὸ καὶ ὁ κόσμος, ὡς ἐπλησίασε

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
