# In Platonis Timaeum Commentaria 3.40.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.40.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.40.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.40.1-2

διεγείρει τὰ δημιουργήματα πρὸς τὴν αὐτῶν τελείωσιν καὶ μέτρον ἐστὶ τῶν ὅλων καὶ ἀιδιότητός τινος χορηγός. καταδεέστερος δὲ ψυχῆς οὐκ ἂν εἴη, εἴπερ αὐτοῦ καὶ ψυχὴ μετέχει, καὶ εἰ μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ γε τὰς μεταβατικὰς ἑαυτῆς ἐνεργείας· καὶ γὰρ ἡ τοῦ παντὸς ἀπαύστως F ἐνεργεῖν εἴρηται καὶ ζῆν ἐμφρόνως πρὸς τὸν σύμπαντα χρόνον. λείπεται ἄρα καὶ οὐσίαν εἶναι καὶ ψυχῆς μὴ δεύτερον. ἐπὶ πᾶσι δὲ ἐνθυμητέον, ὡς εἰ μὲν ὁ αἰὼν ἢ γέννημα ἢν τοῦ νοῦ ἢ δύναμίς τις νοερά, ἔδει καὶ τὸν χρόνον τοιοῦτόν τι λέγειν εἶναι τῆς ψυχῆς. εἰ δὲ μέτρον 10 ἐξηρημένον τοῦ πλήθους τῶν νοητῶν ὁ αἰὼν καὶ περιοχὴ τῆς πάντων ἀιδιότητος καὶ τελειότητος, πῶς οὐχὶ καὶ ὁ χρόνος τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον, ταύτῃ διαφέρων, ἢ καὶ τὰ προελθόντα 246 πάντα τῶν μεινάντων αἰτίων; ὁ τε γὰρ αἰὼν πλείονα δεῖ- 15 κυνσι τὴν πρὸς τὰ ὑφ’ ἑαυτοῦ μετρούμενα ὑπεροχὴν ἢπερ ὁ χρόνος· ὁ μὲν γὰρ καὶ τὰς οὐσίας τῶν νοητῶν καὶ τὰς ἐνάδας ἐξηρημένως περιέχει, ὁ δὲ τὰς οὐσίας οὐ μετρεῖ τῶν πρώτων ψυχῶν, ἅτε συντεταγμένος αὐταῖς μᾶλλον καὶ σὺν αὐταῖς ἀπογεννηθείς, ὡς δὲ φασιν ἔνιοι τῶν Πλατωνι- 20 κῶν, οὔδὲ τὰς νοερὰς ἐνεργείας, καίτοι σαφῶς τοῦ Πλάτωνος τὴν μίαν καὶ ὅλην ψυχὴν καὶ θείου καὶ ἐμφρονος ἡρῆσθαι βίου πρὸς τὸν ξύμπαντα χρόνον ἀποφηναμένου· τὰ τε νοητὰ μᾶλλον ἢνται πρὸς τὸν αἰῶνα ἢπερ τὰ ἐγκόσμια πρὸς τὸν χρόνον, οὕτως ἄγαν, ὡς καὶ τῶν θεωρητι- 25 κωτέρων φιλοσόφων ἐνίους μηδὲν ἄλλο τὸν αἰῶνα ἢ τὸν ἕνα καὶ ὅλον νοῦν ὑπολαβεῖν εἶναι. τὸν δὲ χρόνον τοῖς ἐν χρόνῳ πράγμασιν οὐδεὶς ἂν τῶν σωφρονοῦντων εἰς ταὐτὸν ἄγειν ἐθελήσειε διὰ τὴν πολλὴν αὐτῶν ἀπόστασιν καὶ ἐτερότητα. Εἰ τοίνυν μήτε κινήσεώς τι ὁ χρόνος μήτε 30 B παρακολούθημα ψυχικῆς ἐνεργείας ἢ ὅλως γέννημα ψυχῆς, μήθ’ ὡς τινες νεανιεύμενοι κατὰ τῶν θείων πραγμάτων λέγουσιν, ὡς ὁ μὲν τοῦ θάτερου κύκλος ὁ ψυχικὸς χρόνος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
