# In Platonis Timaeum Commentaria 3.40.1

Proclus, In Platonis Timaeum Commentaria, 3.40.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.40.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.40.1

διεγείρει τὰ δημιουργήματα πρὸς τὴν αὐτῶν τελείωσιν καὶ μέτρον ἐστὶ τῶν ὅλων καὶ ἀδιότητός τινος χορηγός. κατα-δεέστερος δὲ ψυχῆς οὐκ ἂν εἴη, εἴπερ αὐτοῦ καὶ ψυχῇ μετέχει, καὶ εἰ μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ γε τὰς μετα-βατικὰς ἑαυτῆς ἐνεργείας· καὶ γὰρ ἡ τοῦ παντὸς ἀπαύστως 5 ἐνεργεῖν εἴρηται καὶ ζῆν ἐμφρόνως πρὸς τὸν σύμπαντα χρόνον. λείπεται ἄρα καὶ οὐσίαν εἶναι καὶ ψυχῆς μὴ δεύτερον. ἐπὶ πᾶσι δὲ ἐνθυμητέον, ὡς εἰ μὲν ὁ αἰὼν ἢ γέννημα ἢ τοῦ νοῦ ἢ δύναμίς τις νοερά, ἔδει καὶ τὸν χρόνον τοιοῦτόν τι λέγειν εἶναι τῆς ψυχῆς. εἰ δὲ μέτρον 10 ἐξηρημένον τοῦ πλήθους τῶν νοητῶν ὁ αἰὼν καὶ περιοχὴ τῆς πάντων ἀδιότητος καὶ τελειότητος, πῶς οὐχὶ καὶ ὁ χρόνος τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον, ταύτη διαφέρων, ἢ καὶ τὰ προελθόντα πάντα τῶν μεινάντων αἰτίων; ὅ τε γὰρ αἰὼν πλείονα δελ- 15 κυνσι τὴν πρὸς τὰ ὑφ’ ἑαυτοῦ μετρούμενα ὑπεροχὴν ἢπερ ὁ χρόνος· ὁ μὲν γὰρ καὶ τὰς οὐσίας τῶν νοητῶν καὶ τὰς ἐνάδας ἐξηρημένας περιέχει, ὁ δὲ τὰς οὐσίας οὐ μετρεῖ τῶν πρώτων ψυχῶν, ἅτε συντεταγμένος αὐταῖς μᾶλλον καὶ σὺν αὐταῖς ἀπογεννηθείς, ὡς δὲ φασιν ἔνιοι τῶν Πλατωνι- 20 κῶν, οὐδὲ τὰς νοερὰς ἐνεργείας, καίτοι σαφῶς τοῦ Πλάτωνος τὴν μίαν καὶ ὅλην ψυχὴν καὶ θελοῦ καὶ ἐμφρονος ἡρξθαι βίου πρὸς τὸν ξύμπαντα χρόνον ἀποφηνάμενον· τὰ τε νοητὰ μᾶλλον ἢρωται πρὸς τὸν αἰῶνα ἢπερ τὰ ἐγκόσμια πρὸς τὸν χρόνον, οὕτως ἄγαν, ὡς καὶ τῶν θεωρητι- 25 κατέρων φιλοσόφων ἐνίους μηδὲν ἄλλο τὸν αἰῶνα ἢ τὸν ἕνα καὶ ὅλον νοῦν ὑπολαβεῖν εἶναι. τὸν δὲ χρόνον τοῖς ἐν χρόνῳ πράγμασιν οὐδεὶς ἂν τῶν σωφρονοῦντων εἰς ταύτὸν ἄγειν ἐδελήσει διὰ τὴν πολλὴν αὐτῶν ἀπόστασιν καὶ ἑτερότητα. Εἰ τοίνυν μήτε κινήσεώς τι ὁ χρόνος μήτε 30 παρακολούθημα ψυχικῆς ἐνεργείας ἢ ὅλως γέννημα ψυχῆς, μήθ’ ὡς τινες νεανιεύμενοι κατὰ τῶν θείων πραγμάτων λέγουσιν, ὡς ὁ μὲν τοῦ θάτερου κύκλος ὁ ψυχικὸς χρόνος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
