# In Platonis Timaeum Commentaria 3.41.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.41.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.1-2

ἐστίν, αἰὼν δὲ ὁ ταύτου (τοιαῦτα γὰρ ἤκουσα καὶ τοῦ Θεοδώρου φιλοσοφοῦντος), ἵνα δὴ αὐτοὶ κατὰ τὸν ἡνίοχον τεταγμένοι κρείττους ὦσι καὶ χρόνου καὶ αἰῶνος· ὧν εἴ τις ἐπανορθοῦσθαι σπουδάζοι τὴν ὑπόληψιν, αὐτὰ μὲν ἐκεῖνα τὰ μόρια τῆς ψυχῆς οὐκ ἂν εἰς ταυτόν ποτε χρόνῳ καὶ αἰῶνι συναγάγοι, ὅπερ δὲ τὸν μὲν θάτερον κύκλον ἐπὶ τὰ ἔχρονα, τὸν δὲ ταύτου πρὸς τὰ αἰώνια συγχωρήσειεν — ἐπειδή τοίνυν τούτων οὐδὲν δοκιμάζομεν, τί ἂν εἴη ὁ χρόνος; οὐ γὰρ ἰκανὸν ἴσως μέτρον εἰπεῖν τῶν ἐγκοσμίων, οὐδ’ ὧν ἐστὶν ἀγαθῶν αἴτιος, ἀλλ’ εἰς δύναμιν ἀντιληπτέον αὐτοῦ τῆς ἰδιότητος. ἆρ’ οὖν κράτιστον οὐσίαν αὐτὸν ὄντα καὶ ψυχῆς τελειωτικὸν καὶ πᾶσι παρόντα νοῦν εἶναι λέγειν οὐχὶ μένοντα μόνον, ἀλλὰ καὶ κινούμενον, μένοντα μὲν κατὰ τὴν ἔνδον ἐνέργειαν, καθ’ ἣν καὶ ἐστὶν αἰώνιος ὡς, κινούμενον δὲ κατὰ τὴν ἔξω προϊούσαν, καθ’ ἣν ὁρίζει πᾶσαν μετάβασιν; τοῦ γὰρ αἰῶνος καὶ καθ’ ἣν ἔνδον ἔχει καὶ καθ’ ἣν εἰς τὰ αἰώνια ἐνεργεῖ τὸ μένειν ἔχοντος αὐτὸς κατὰ τὴν ἑτέραν ἐκεῖνον ἀπεικονισάμενος, κατὰ δὲ τὴν λοιπὴν διαστὰς ἐγένετο μένων καὶ κινούμενος. τί δ’ ἂν εἴη νοητὸν ἄμα καὶ γενητόν; τί δ’ ἂν εἴη μεριστὸν ἄμα καὶ ἀμέριστον; ἀλλ’ ὅμως ἐπὶ τῆς ψυχικῆς οὐσίας πάντα ταῦτα προσηκάμεθα, καὶ οὐδ’ ἄλλως δυνάμεθα τῆς μεσότητος ταύτης κατακρατηθῆναι τελῶς, εἰ μὴ τρόπον τινὰ τοῖς ἀντικειμένοις ἐπ’ αὐτῆς χρησαίμεθα. τί οὖν θαυμαστόν, εἰ καὶ τὴν τοῦ χρόνου φύσιν ὁρῶντες πῇ μὲν ἀκίνητον οὖσαν, πῇ δὲ κινουμένην, μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ πρὸ ἡμῶν ὁ φιλόσοφος διὰ μὲν τοῦ εἶναι αἰώνιον τὴν ἐν ταύτῳ μένουσαν αὐτοῦ νοερὰν μονάδα παρέστησε, διὰ δὲ τοῦ κινητὸν τὴν ἔξω φερομένην αὐτοῦ καὶ μετεχομένην ἐνέργειαν ὑπὸ τε ψυχῆς καὶ κόσμου τοῦ σύμπαντος ἐνεδείξατο; μὴ γὰρ οἴηθῶμεν τὸ αἰώνιον τοῦτο ψιλὸν δηλοῦν τὸ αἰῶνος αὐτὸν ὑπάρχειν εἰκόνα (τί γὰρ ἐκώλυεν αὐτόθεν εἰπεῖν αἰῶνος εἰκόνα, ἀλλ’ οὐχ αἰώνιον;), ἀλλ’ αὐτὸ τοῦτο δηλοῦν ἐθέλει, φύσιν αὐτὸν αἰ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
